1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

1

Epitaphius in Joannem Ducam

Τοῦ Ἀκροπολίτου κυροῦ Γεωργίου ἐπιτάφιος τῷ ἀοιδίμῳ βασιλεῖ κυρῷ Ἰωάννῃ τῷ ∆ούκᾳ.

1 Ἰοὺ ἰοὺ καὶ ὁ μέγας τέθνηκε βασιλεύς, ἰοὺ ἰοὺ ὁ περί πυστος Ἰωάννης καὶ

κράτιστος, τὸ φοβερὸν καὶ φρικαλέον τοῖς ἐχθροῖς ὄνομα, χάριεν δὲ ἡμῖν καὶ ποθούμενον. ἰοὺ ἰοὺ τὸ τῶν Ῥωμαίων ἐχυρώτατον καταβέβληται πύργωμα, τὸ Σεμιραμείων τειχῶν ἐρυμνότερον, ἐν ᾧ τὰ πάντα περι φράγνυντο καὶ τοῖς ἐναντίοις διετηροῦντο ἀνεπιβόυλευτα. ὁ κοσμικὸς στύλος σεσάλευται καὶ κατήρρακται, ὃς εἰς ὕψος αἰθέριον τὴν τῶν Ῥωμαίων ἀνῆγεν ἀρχὴν καὶ περιφανεστέραν πᾶσιν ἐτίθετο. τὸ κέντρον τοῦ τῶν Αὐσόνων κυκλώματος ἐξηφάνισται, ἐξ οὗ γραμμαὶ πρὸς ξυνοχὴν ἀπεπέμποντο, τὰ μὲν τῆς σωστικῆς περιφανείας περικρατοῦσαί τε καὶ ξυνάγουσαι, μακρὰν δὲ βάλλουσαι τὰ τῶν ἐχθρῶν κεντρία τὰ καθ' ἡμῶν ἐπαλλόμενα. ὁ κλεινὸς καὶ λαμπρὸς ἀπέ σβεσται ἥλιος, δι' οὗ προσκόμματος λίθους ἡμεῖς ἐφυγγάνομεν, δι' οὗ φαῦσις ἡδεῖα ἡμῖν, δι' ὃν καὶ ὡς ἐν ἡμέρᾳ εὐσχη μόνως τὴν βάδισιν ἐποιούμεθα, ἐξ οὗπερ ἀκτῖνες ἀπέρρεον χαριτόβλυτοι, πᾶσαν Ῥωμαίων χθόνα περιαυγάζουσαι, ὑφ' ὧν καὶ κατετεφροῦντο τὰ τῶν ἐναντίων φρονήματα, ὃν οὐ σελήνης ὑποτρέχειν σῶμα, τὸ αὐτὸ μικρὸν κολούειν ἠδύνατο, ἀλλοθρόων ἀναιδῶν κεναυχήματα, οὐδὲ νέφους ἀχλὺς ὑπε σκότιζεν, ἀντιμάχων δολερῶν διαβούλια.

2 Ἰοὺ ἰού, ἀνακτέον γάρ μοι τὸν λόγον εἰς τὸ θρηνῴδημα. φεῦ τοσούτου πάθους, ἰαταὶ τῆς τοιαύτης ἡμῖν συμφορᾶς. πέπτωκε δένδρον τὸ ὑψιτενὲς καὶ πλατύκομον, ἐν ᾧ τὰ τῶν ὅλων ἐψυχαγωγοῦντο περισκεπόμενα, οὐχ ἡλιακαῖς εἰληθερούμενα καύσεσιν οὐδὲ ταῖς ἐκ χιόνων πηγυλίσιν ἀποψυχόμενα. ἆρ' ἄγε, ὦ παρόντες Ῥωμαῖοι, ἀληθῶς αὐτοὶ τῷ βίῳ περίεσμεν τοῦ βασιλέως ἐξ ἡμῶν ἀποπτάντος, ὃς ψυχῆς λόγον ἢ ζωῆς τόπον ἐν ἡμῖν ἀπεξέφερεν; ἢ ζῆν μὲν δοκοῦμεν, τῇ δ' ἀληθείᾳ τεθνήκα μεν; ἔστι γὰρ καὶ θάνατος ἐν ἀνθρώποις μήπω φαινόμενος, ὄντως δὲ ὢν καὶ τοῖς ἐξετάζουσι γινωσκόμενος, αὐτομιᾷ δὲ μύθου καὶ λίθον ἐξ ἀνθρώπων ποιεῖ καὶ δακρύειν τοῦτον οὐ κατοκνεῖν ἀποφαίνεσθαι. λιθοῖ μὲν γὰρ ὄντως ἀνθρώπου φύσιν πάθος ἐπεισφρῆσαν βαρὺ καὶ ἀναίσθητον ἐν τοῖς ἄλλοις ἐργάζεται μόνου τοῦ ἄλγους ἐχόμενον καὶ διηνεκῶς δακρύειν βουλόμενον.

3 Ἆρ' οὖν, ὦ Ῥωμαῖοι, ὁ κράτιστος ἐκεῖνος καὶ τῶν πώποτε βασιλέων μεγαλουργότατος ὡς εἷς τῶν ἀνθρώπων καὶ αὐτὸς τὴν γῆν ὑποδέδυκε καὶ ψυχρὰν περιβέβληται πλάκα, λίθων λαμπροτάτων καὶ μαργάρων ταύτην ἀνταλλαξάμενος; ὁ πολὺς τὴν ἰσχύν, ὁ τὴν σύνεσιν ἀπαράμιλλος, ὁ πολλαῖς μάχαις ἐξετασθεὶς καὶ πλείστας νίκας ἀναδησάμενος, οὗ τὰ τρόπαια ὑπὲρ ψάμμον θαλάσσης καὶ ἄστρων πλῆθος μὴ ἀριθμούμενον, τὰ μὲν κατὰ χέρσον, τὰ δὲ κατὰ θάλατταν, ὃν ὁ φριμακτίας ἔτρεσεν Ἰταλός, ὃν ὁ μάχιμος πέφρικε Πέρσης, ὃν ἐδεδοίκει Παίων αἱμοχαρὴς καὶ Μυσὸς καὶ ∆αλμάτης ὑπέπτηξαν, οὗ τὸ δόρυ καὶ ἐς Γαδείρων ὅρους πεφόβηνται, οὗ τὴν σπάθην καὶ οἱ κατὰ πάντων ἀριστεύοντες ἐτετρέμαινον; ἆρ' οὖν οὕτως ἐκεῖνος σὺν τοῖς λοιποῖς Χάρωνος γεγένηται παρανάλωμα καὶ ξίφους ἔργον θανατηροῦ; καὶ κατεκαυχήσατο καὶ αὐτοῦ τὸ τοῦ Πλού τωνος βέλεμνον; τίς μοι δοίη φωνὴν Στεντόρειον, τίς πλα τυνεῖ μου τὸ στόμα καὶ εὐρυχανδέστερον θήσειεν, ὡς ἂν φωνὴν ἀπερεύξωμαι τοῦ πάθους ἀξίαν καὶ παραμετρουμένην τῷ μεγέθει τοῦ δυσπραγήματος; τίς μοι δανείσοι γλῶτταν Ὁμήρειον ἢ μοῦσαν τὴν Ἡροδότειον, ὡς ἂν τοῦ μὲν αὐτοκράτορος μικρὸν ἐγγίσω τῷ λόγῳ τοῖς ἀριστεύμασι, τῷ δὲ πάθει