Bellum Avaricum

 συγκεκομμένη καὶ πνεῦμα πικρὸν καὶ πεφυρμένος λόγος καὶ χεῖρες εἰκῇ ψηλαφῶσαι τὸ ξίφος καὶ θυμὸς ᾄττων εἰς ἀνάμνησιν μέθης; ποῖον γὰρ ἔργον ἢ φιλόπλου

 ἠγριωμένον νέφος εἰς τὴν κατ' αὐτοῦ συντριβὴν ὑποστρέφεις· οὐκ ἦν γὰρ ἁπλῆ καὶ μονήρης ἡ μάχη, ἀλλ' εἰς πολυσχιδεῖς τε καὶ πολυπλόκους ἀρχὰς ἀπεσκίρτη

 μηχανουργῶν ἐγγράφως τῇ τῶν λογισμῶν τεχνικῇ λεπτουργίᾳ. οὐ μὴν παρημελεῖτο τὰ προστάγματα, ἀλλ' ἦν τὸ γράμμα πρᾶγμα πεπληρωμένον πάντων προθύμως καὶ

 πρὸ τῆς δίκης νικῶσαν ἡμῖν ἐξεφώνησε κρίσιν. ὅμως ἐπειδὴ τοῖς ἀγῶσι τῆς μάχης προσαντιτείνειν ἠξίουν οἱ βάρβαροι, πυρὸς μὲν ἔργον ἀφρόνως ἐγίνετο πᾶς

 ἀφιγμένων <***> πῇ μὲν γὰρ ἡ γῆ τῶν ἀθάπτων βαρβάρων ὕλην παρεβλάστησε τῶν δένδρων πλέον, πῇ δ' ἡ θάλαττα τῇ φορᾷ τῶν λειψάνων ὀχλουμένη τε καὶ κατεστ

Bellum Avaricum

Εἰς τὴν γενομένην ἔφοδον τῶν βαρβάρων καὶ εἰς τὴν αὐτῶν ἀστοχίαν αὐτῶν ἀστοχίαν}

1 Τῶν ζωγράφων τις εἰ θέλει τὰ τῆς μάχης τρόπαια δεῖξαι, τὴν Τεκοῦσαν ἀσπόρως μόνην προτάξοι καὶ γράφοι τὴν εἰκόνα· ἀεὶ γὰρ οἶδε τὴν φύσιν νικᾶν μόνη, τόκῳ τὸ πρῶτον καὶ μάχῃ τὸ δεύτερον· ἔδει γὰρ αὐτήν, ὥσπερ ἀσπόρως τότε, οὕτως ἀόπλως νῦν τεκεῖν σωτηρίαν, ὅπως δι' ἀμφοῖν εὑρεθῇ καὶ παρθένος καὶ πρὸς μάχην ἄτρεπτος ὡς πρὸς τὸν τόκον. ἐγὼ δὲ μικροὺς τῶν ἀγώνων, ὡς ῥόδα, λόγους συνάξας ἐξ ἀκανθῶν τῆς μάχης, σοὶ τῷ φυτουργῷ τῶν φρενοσπόρων λόγων τούτους προσάξαι συμφερόντως εἱλόμην, ὅπως ὁ μακρὸς μὴ παρεκλύσῃ χρόνος τὰ τῶν καθ' ἡμᾶς θαυμάτων κινήματα. ἤδη μὲν ὥσπερ δυσγενεῖς ἀποσπάδες Τούρκων ἀποσχισθέντες ἄγριοι κλάδοι, καὶ τοῖς καθ' ἡμᾶς εὐγενεστάτοις τόποις παρεντεθέντες ὥσπερ ἐμφυλίσματα, καρποὺς παρεβλάστησαν ἐν τοῖς ἡμέροις φυτοῖς ὑποτρέφοντας ἀγρίαν φύσιν. ἐπεὶ δὲ λοιπὸν ἐκταθεῖσα τῶν κλάδων ἡ ῥίζα τῆς γῆς τοὺς ὅρους ὑφήρπασεν, ὕλη δὲ πολλῶν βαρβάρων ἐγίνετο, οὐκ ἦν ἀνεκτὴ τοῖς παροίκοις ἡ βλάβη, ἀλλ' ὥσπερ εἰς γῆν ἐμπεσοῦσαι λαμπάδες ἡ φλὸξ ἐκείνου τοῦ γένους ἀνημμένη τὸ τερπνὸν ἄνθος τῶν τόπων ἐβόσκετο. ὅμως ἐπισχεῖν τὴν τοσαύτην ἀγρίαν ὁ Ποντογείτων Ἴστρος ἴσχυσεν μόλις ὡς ῥευστὸν ἀντίφραγμα καὶ τεῖχος νέον· τεῖχος γὰρ αὐτοῖς ἀντέβη τὰ κύματα καὶ φραγμὸς ἑστὼς εἰς ἀείδρομον φύσιν. τέως μὲν οὖν τὸ ῥεῖθρον ἀγράφῳ κρίσει τούτους μεσάζον τοὺς ὅρους ἐπήξατο, ὅσην δὲ λοιπὸν ἡ πολιτεία βλάβην ἐκ τῶν ἀθέσμων βαρβάρων ὑφίστατο, τῶν μὲν θελόντων τοὺς πεπηγμένους ὅρους ἀεὶ σαλεύειν, τοῦ δὲ Ῥωμαίων κράτους εἴργοντος αὐτοῖς τὰς καθ' ἡμῶν εἰσόδους. ἔμπροσθεν ἄλλοις εὐσυνόπτως ἐγράφη ὅσοις ἔδειξε συμπαρέρπων ὁ χρόνος τὴν τῶν φθασάντων ἀσφαλῶς ὑποψίαν· ἐγὼ δὲ τοῖς ἔναγχος ἐντυχὼν χρόνοις αὐτοπροσώπως πραγμάτων ἐφάπτομαι, εἴπερ τις ἡμῖν ἔνθεος δοίη χάρις τῇ τῶν τοσούτων πράξεων ἀμετρίᾳ στολὴν παρασχεῖν τεχνικῆς εὐμετρίας. μόλις μὲν οὖν ἔσβεστο τῆς τυραννίδος ὁ δυσκάθεκτος καὶ βιοφθόρος δράκων ὃς ἦγε πολλοὺς εἰς τὸ βλάπτειν αὐχένας ὕδρας ἐκείνης τῆς λαλουμένης πλέον, οἳ μέχρι νῦν σπαίρουσι καὶ τετμημένοι φύουσιν αὖθιςοἱ γὰρ ἰχῶρες πάλιν στάζοντες ὠδίνουσι τὴν καινὴν βλάβην· καὶ ταῦτα πολλῶν πολλάκις τετμημένων ἐκ τοῦ παρ' ἡμῖν εὐσεβοῦς Ἡρακλέους. ὅμως δὲ ταύτην τὴν ἀφορμὴν ἡ νόσος ἐκ τῶν καθ' ἡμᾶς προσλαβοῦσα πραγμάτων πολλὰς ἐποίει τῶν μερῶν διαιρέσεις καὶ τοῖς ἑαυτῶν αἵμασιν πεφυρμένον ὅλον τὸ σῶμα τοῖς πόνοις ἐβόσκετο. ἐντεῦθεν ἡμᾶς, ὡς μέλιτται, βάρβαροι κύκλῳ περισφίγξαντες ἐμπίδων δίκην σπουδὴν μὲν εἶχον πᾶσαν ἐξᾶραι πόλιν, πρώτην δὲ τὴν Ἄνθουσαν ὡς πρώτην πόλιν. ἕως μὲν οὖν ἡ ῥίζα τῆς ἀποσπάδος ἐν τοῖς ὑφαρπαγεῖσι τῶν Σκυθῶν τόποις τὸ τοῦ γέροντος ἐθρασεύετο θράσος, ἄχθος μὲν εἶχεν ἐξ ἀνάγκης ἡ Πόλις, ἀλλ' ἦν τὸ λυποῦν τῷ δοκεῖν ὡρισμένον· κουφίζεται γὰρ καὶ τὸ τῆς βλάβης βάρος εἰ μέτρον οἶδεν ἐν κακοῖς ὡρισμένον· οὕτω μὲν οὖν τὸ τακτὸν εἴχομεν βάρος ἕως τὸ γῆρας τὸν Σκύθην παρεκράτει. ἐπεὶ δὲ τὸν χοῦν ἀντεπῆρεν ἡ κόνις καὶ πρὸς τὸν οἶκον τῆς ταφῆς ὡδοιπόρει, τὴν γῆν <δ'> ὑφέλκων ἐξ ἐκείνης εἵλκετο, μετῆλθεν αὖθις εἰς τὸν ἄγριον βίον τῆς ὠμότητος τοῦ πεσόντος ὁ κλάδος· παλινδρομεῖν γὰρ οἶδεν Εὐρίπου δίκην εἰς τοὺς ἀγωγοὺς τοὺς ἑαυτῆς ἡ φύσις, εἰ καί τις αὐτὴν ἐκ βίας ἐναντίαν ποιεῖν ἑαυτῇ τὴν ῥοὴν ἀναγκάσει. ἐντεῦθεν ἡμῖν ποῖος ἀρκέσει λόγος ἢ νεῦρα φωνῆς ἢ δεκάγλωττον στόμα δι' οὗ φράσαιμι τὸ ξενόσπορον τέρας τὸ τοῦ γέροντος δυσκάθεκτον ἔγγονον, ἢ τὸν κεραυνὸν ἢ τὸν ἔμψυχον σάλον ᾧ γλῶττα μὲν πρόσεστι