Fragmentum in epistulam ii ad Thessalonicenses

Fragmentum in epistulam ii ad Thessalonicenses

2 Thess 2,78 Ὅταν μέντοι τὸ πέρας ἐπιστῇ τῆς τοῦ θεοῦ προθεσμίας, καὶ ὁ νῦν κατέχων αὐτὸν ὅρος ἐκστῇ πληρωθείς, ἑτοίμως τότε καὶ δίχα πάσης ἀναβολῆς ὁ ἄνομος ἀποκαλυφθήσεται.