1

 2

 3

1

Sententiae ad virginem

Παραίνεσις πρὸς παρθένον.

1 Ἀγάπα τὸν κύριον καὶ ἀγαπήσει σε, καὶ δούλευε αὐτῷ καὶ φωτιεῖ τὴν καρδίαν σου.

2 Τίμα τὴν μητέρα σου ὡς μητέρα Χριστοῦ, καὶ μὴ παροξύνῃς πολιὰν τεκούσης σε.

3 Ἀγάπα τὰς ἀδελφάς σου ὡς θυγατέρας μητρός σου, καὶ μὴ ἐγκαταλίπῃς ὁδὸν εἰρήνης.

4 Ἀνατέλλων ὁ ἥλιος βλεπέτω τὸ βιβλίον ἐν ταῖς χερσί σου, καὶ μετὰ δευτέραν ὥραν τὸ ἔργον σου.

5 Προσεύχου ἀδιαλείπτως, καὶ μέμνησο Χριστοῦ τοῦ γεννήσαντός σε. 6 Συντυχίας ἀνδρῶν παραιτοῦ, ἵνα μὴ γένηται εἴδωλα ἐν σῇ ψυχῇ καὶ ἔσται σοι πρόσκομμα ἐν καιρῷ προσευχῆς. 7 Χριστὸν ἔχεις ἀγαπητόν· ἀπόρριψον ἀπό σου ἄνδρας ἅπαντας καὶ οὐ μὴ βιώσῃς ἐπονείδιστον βίον.

8 Θυμὸν καὶ ὀργὴν μακρὰν ποίησον ἀπό σου, καὶ μνησικακία μὴ αὐλιζέσθω ἔν σοι.

9 Μὴ εἴπῃς· σήμερον βρώσομαι καὶ αὔριον οὐ βρώσομαι, ὅτι οὐκ ἐν φρονήσει ποιεῖς τοῦτο. ἔσται γὰρ βλάβη τῷ σώματί σου καὶ ὀδύνη τῷ στομάχῳ σου.

10 Ἐσθίειν κρέα οὐ καλὸν καὶ πίνειν οἶνον οὐκ ἀγαθόν, προσφέρειν δὲ χρὴ ταῦτα ταῖς ἀσθενούσαις.

11 Παρθένος θρασεῖα οὐ σωθήσεται καὶ σπαταλῶσα οὐκ ὄψεται τὸν νυμφίον αὐτῆς.

12 Μὴ εἴπῃς, ὅτι λελύπηκέ με ἡ θεραπαινὶς καὶ τίσομαι αὐτήν, διότι οὐκ ἔστιν δουλεία ἐν θυγατράσι θεοῦ.

13 Μὴ δῷς ἀκοήν σου λόγοις ματαίοις, καὶ διηγήματα γραῶν φεῦγε κυκλευουσῶν.

14 Ἑορτὰς μεθύσων μὴ ἴδῃς, καὶ εἰς γάμους ἀλλοτρίων μὴ εἰσέλθῃς. ἀκάθαρτος γὰρ παρὰ κυρίῳ πᾶσα παρθένος ποιοῦσα ταῦτα.

15 Ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ, καὶ κώλυε ἀπὸ πολυλογίας τὴν γλῶσσαν σου.

16 Ἔναντι κυρίου ταπείνου σεαυτήν, καὶ ὑψώσει σε ἡ δεξιὰ αὐτοῦ. 17 Μὴ ἀποστρέφου πένητα ἐν καιρῷ θλίψεως, καὶ οὐ λείψει ἔλαιον ἐν τῇ

λαμπάδι σου. 18 Πάντα ποίει διὰ τὸν κύριον, καὶ μὴ ζήτει παρὰ ἀνθρώπων δόξαν, ὅτι δόξα

ἀνθρώπων ὡς ἄνθος χόρτου, δόξα δὲ κυρίου μένει εἰς τὸν αἰῶνα. 19 Παρθένον πραεῖαν ἀγαπᾷ ὁ κύριος, παρθένος δὲ ὀργίλος μισηθήσεται. 20 Ὑπακούουσα παρθένος ἐλεηθήσεται, ἡ δὲ ἀντιλέγουσα ἰσχυρῶς ἄφρων. 21 Γόγγυσον παρθένον ἀπολεῖ κύριος, τὴν δὲ εὐχάριστον ῥύσεται ἐκ θανάτου. 22 Αἰσχρὸν γέλως καὶ ἐπονείδιστον ἀναισχυντία, πᾶσα δὲ ἄφρων τοῖς

τοιούτοις συμπλέκεται. 23 Ἡ καλλωπίζουσα ἱμάτια αὐτῆς καὶ σωφροσύνης ἐκτὸς ἔσται. 24 Μὴ συναυλίζου κοσμικαῖς, ἵνα μὴ διαστρέψωσι σὴν καρδίαν καὶ ἀκύρους

ποιήσωσι βουλὰς δικαίας. 25 ∆άκρυσιν ἐν νυκτὶ παρακάλει τὸν κύριον, καὶ μηδεὶς αἴσθηται

προσευχομένης σου καὶ εὑρήσεις χάριν.