1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

1

De oratione (sub nomine Nili Ancyrani)

ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ ΛΟΓΟΣ ΕΙΣ ΡΝΓʹ ΚΕΦΑΛΑΙΑ ∆ΙΕΙΛΗΜΜΕΝΟΣ.

ΠΡΟΟΙΜΙΟΝ. Πυρέττοντά με τῷ φλογμῷ τῶν ἀκαθάρτων παθῶν, συνήθως ἀνεκτήσω, τῇ

τῶν θεοφιλῶν σου γραμμάτων ἐπαφῇ, τὸν κάμνοντά μου νοῦν ἐν τοῖς ἐσχάτοις παραμυθησάμενος, καὶ τὸν μέγαν μιμησάμενος καθηγητὴν, καὶ διδάσκαλον μακαρίως· καὶ οὐ θαυμαστόν· σὴ γὰρ ἀεὶ μερὶς γέγονε τὰ ἐπίσημα, ὡς καὶ τοῦ εὐλογημένου Ἰακώβ· καλῶς γὰρ δουλεύσας τῆς Ῥαχὴλ χάριν, καὶ λαβὼν τὴν Λείαν, ζητεῖς καὶ τὴν ποθουμένην, ὡς καὶ ταύτης δήπου πληρώσας τὰ ἕβδομα. Ἐγὼ δὲ οὐκ ἀρνηθείην, ὡς ὅλην τὴν νύκτα κοπιάσας, πεπίακα οὐδὲν, πλὴν ἀλλ' ἐπὶ τῷ σῷ λόγῳ χαλάσας τὸ δίκτυον, ἤγρευσα ἰχθύων πληθὺν, οὐκ οἶμαι μὲν μεγάλων, ἑκατὸν δὲ ὅμως καὶ πεντήκοντα τριῶν, καὶ τούτους ἀπέστειλα ἐν τῇ σπυρίδι τῆς ἀγάπης διὰ τῶν ἰσαρίθμων κεφαλαίων, τὴν πρόσταξίν σου πεπληρωκώς· θαυμάζω δέ σε, καὶ λίαν ζηλῶ τῆς ἀρίστης προθέσεως τῶν περὶ προσευχῆς ἐρῶντα κεφαλαίων. Οὐ γὰρ ἁπλῶς τούτων ἐρᾷς τῶν ὑπὸ χειρῶν, καὶ ἐν χάρτῃ διὰ μέλανος τὸ εἶναι ἐχόντων, ἀλλὰ τῶν ἐν νῷ ἱδρυμένων δι' ἀγάπης, καὶ ἀμνησικακίας. Ἀλλ' ἐπεὶ πάντα δισσὰ, ἓν κατ' ἔναντι τοῦ ἑνὸς, κατὰ τὸν σοφὸν Ἰησοῦν, δέχου πρὸς τῷ γράμματι καὶ τῷ πνεύματι· καὶ σύνες, ὡς πάντως τοῦ γράμματος νοῦς προηγεῖται· οὐκ ὄντος γὰρ τούτου, οὐδὲ γράμμα ἔσται. Οὐκοῦν καὶ προσευχῆς διττὸς ὁ τρόπος, ὁ μέν τις πρακτικὸς, ὁ δὲ θεωρητικὸς, οὕτω καὶ ἀριθμοῦ, τὸ μὲν πρόχειρός ἐστι ποσότης, τὸ δὲ σημαινόμενον ποιότης· εἰς ἑκατὸν οὖν πεντήκοντα τριῶν τὸν περὶ προσευχῆς λόγον διειληφότες, εὐαγγελικὸν ὀψώνιόν σοι πεπόμφαμεν, ἵνα εὕρῃς συμβολικοῦ ἀριθμοῦ τερπνότητα καὶ σχῆμα τρίγωνον, καὶ ἑξάγωνον, ὁμοῦ μὲν εὐσεβῆ γνῶσιν Τριάδος, ὁμοῦ δὲ καὶ τῆσδε τῆς διακοσμήσεως τὴν περιγραφὴν ὑποφαῖνον. Ἀλλ' ὁ ἑκατὸν ἀριθμὸς καθ' ἑαυτὸν τετράγωνός ἐστιν, ὁ δὲ πεντήκοντα τρὶς, τρίγωνος, καὶ σφαιρικός· ὁ γὰρ εἰκοστὸς ὄγδοος μὲν τρίγωνος. Σφαιρικὸς δὲ ὁ εἰκοστὸς πέμπτος· πεντάκις γὰρ πέντε κεφάλαια. Οὐκοῦν ἔχεις τὸ τετράγωνον σχῆμα, οὐ μόνον διὰ τῆς τετρακτύος τῶν ἀρετῶν, ἀλλὰ καὶ τοῦδε τοῦ αἰῶνος τὴν ἔνσοφον γνῶσιν τῷ εἰκοστῷ πέμπτῳ ἐοικυῖαν, διὰ τὸ 79.1168 σφαιρικὸν τῶν χρόνων. Ἑβδομὰς γὰρ ἐπὶ ἑβδομάδα, καὶ μὴν ἐπὶ μῆνα κινεῖται, καὶ ἐξ ἐνιαυτοῦ εἰς ἐνιαυτὸν ὁ χρόνος κυλινδεῖται καὶ καιρὸς ἐπὶ καιρὸν, ὡς ἐπὶ κινήσεως ἡλίου, καὶ σελήνης, ἔαρος, καὶ τῶν ἑξῆς ὁρῶμεν. Τὸ δὲ τρίγωνον, σημαίνει ἄν σοι τὴν τῆς ἁγίας Τριάδος γνῶσιν. Ἄλλως· εἰ δὲ διὰ τῆς πληθύος τῶν ἀριθμῶν κομίζῃ τὸν ἑκατοστὸν τρίτον τρίγωνον ὄντα, νοεῖν προσήκει πρακτικὴν, φυσικὴν, θεολογικὴν, ἢ καὶ πίστεως, ἐλπίδος, καὶ ἀγάπης, χρυσὸν, ἄργυρον, λίθους τιμίου. Ἀλλ' ὁ μὲν ἀριθμὸς τοιοῦτος, τῶν δὲ κεφαλαίων τὸ ταπεινὸν οὐ περιυβρίσειας, ὡς εἰδὼς καὶ χορτάζεσθαι, καὶ ὑστερεῖσθαι, ναὶ μὴν καὶ ὡς μεμνημένος τοῦ τὰ δύο τῆς χήρας λεπτὰ μὴ ἀποβεβληκότος, ἀλλὰ καὶ ὑπὲρ πλοῦτον πολλῶν ἑτέρων ἀποδεξαμένου· οὐκοῦν εὐνοίας, καὶ ἀγάπης καρπὸν εἰδὼς, φυλάξεις σοῖς γνησίοις ἀδελφοῖς ἐπιτρέπων προσεύχεσθαι ὑπὲρ τοῦ ἀῤῥωστοῦντος, ὅπως ὑγιαίνῃ, καὶ ἑαυτοῦ τὸν κράββατον ἄρας, λοιπὸν πατήσῃ, χάριτι Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.