1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

1

Commentarius in hexaemeron [Sp.]

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΥΣΤΑΘΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ

ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ ΥΠΟΜΝΗΜΑ Κλήμης μὲν οὖν, καὶ Ἀφρικανὸς καὶ πρὸς τούτοις Τατιανὸς, τῶν δὲ ἐκ περιτομῆς Ἰώσηπος, καὶ Ἰοῦστοςκατὰ Ἴναχον ἀκμάσαι τὸν θεσπέσιον Μωϋσέα ἱστόρησαν, ἰδίως ἔκαστος ἐκ παλαιᾶς ἱστορίας ὑποσχὼν τὴν ἀπόδειξιν. Ἴναχος δὲ ἑπτακοσίοις ἔτεσι τὸ Ἰλιακὸν προτερεῖ πόλεμον. Τῶν δὲ ἁγίων τις ἀκριβεστάτην τῶν χρόνων ποιησάμενος τοῖς χρόνοις Ἰνάχου, τὸν μὲν ἁγιώτατον εὗρεν Ἰακὼβ συνακμάσαντα· Μωϋσέα δὲ Ἰώσηπος. Χρονικοῦ γὰρ κανόνος σύνταξιν ἐπινοήσας ἐκ παραλλήλου, ἀντιπαρέθηκε τὸν παρ' ἑκάστῳ ἔθνει δυναστεύοντα. Συνήγαγε δὲ χρόνους τῆς βασιλείας Χαλδαίων, Ἀσσυρίων, Μήδων, Περσῶν, Λυδῶν, Ἑβραίων, Αἰγυπτίων, Ἀθηναίων,Ἀργείων, Σικυωνίων, Λακεδαιμονίων, Κορινθίων, Θετταλῶν, Μακεδόνων, Λατίνων, τῶν ὕστερον κληθέντων Ῥωμαίων. Καὶ τούτων τοὺς χρόνους ἐπὶ ταυτ.....σας ἑκάστου ἔθνους τῶν βασιλέων συνεκ..... χρόνους, ἀντιπαρατιθεὶς τὰ ἔτη τῆς βασιλείας Ἀσσυρίων βασιλίδος, τουτέστι τῆς Σεμιράμεως Ἀβραὰμ τοῖς ἔτεσι. Κατὰ γὰρ τὴν Σεμίραμιν Ἀβραὰμ ὁ μακάριος ἐγνωρίζετο· ὁ δὲ Ἰώσηππος κατὰ Ἴναχον· Μωϋσῆς δὲ κατὰ Κέκροπα, ὃν πρὸ τῶν Ἰλιακῶν ἔτεσι τριακοσίοις ......... πρῶτον τῆς Ἀττικῆς Ἑλλήνων παῖδες, ὡς εἶναι τῶν παρ' Ἕλλησιν ἀρχαίων σοφῶν τὸν Μωϋσέα πρεσβύτατον, Ὁμήρου λέγων καὶ Ἡσιόδου, καὶ τῶν Τρωϊκῶν, Ἡρακλέους τε, καὶ Μουσαίου, καὶ Λίνου, ἔτι τε Χείρωνος, Ὀρφέως, ∆ιοσκούρων, Ἀσκληπιοῦ, ∆ιονύσου, Ἑρμοῦ,Ἀπόλλωνος, καὶ τῶν Ἑλληνικῶν μυστηρίων, καὶ τελετῶν, καὶ αὐτῶν τῶν ∆ιὸς πράξεων· ἔτι δὲ τοῦ κατὰ ∆ευκαλίωνα κατακλυσμοῦ, καὶ τῆς ἐπὶ Φαέθοντος ἐκπυρώσεως, Ἐριχθονίου τε γενέσεως ἐξ Ἡφαίστου καὶ γῆς, καὶ Κόρης ἁρπαγῆς. Οὗτοι γὰρ πάντες 709 ὑπῆρξαν μετὰ Κέκροπα, ὃν πολλὰ Ὅμηρος καὶ Ἡσίοδος τοῖς χρόνοις ὑποβεβήκασιν. Εἰ δὲ τούτων ἐλαττοῦνται τοῖς ἔτεσι, πολὺ δήπου τῆς Μωϋσέως ὑπάρχουσιν ἡλικίας κατώτεροι. Οὗτος τοίνυν τῶν σοφῶν πάντων διδάσκαλος ἀνεδείχθη τῆς ἀληθείας θειότατος. Τὴν γὰρ τῶν Αἰγυπτίων λεγομένην διαπτύσας σοφίαν, ἄριστα περὶ τῆσδε τοῦ κόσμου διεξῆλθε συστάσεως, ὑπ' αὐτοῦ δηλονότι τοῦ ἐπὶ πάντων Θεοῦ καὶ δημιουργοῦ τοῦ παντὸς ἐμπνευσθεὶς τὴν ἀλήθειαν. Λέγει γάρ· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ πολλοὶ τῶν παρ' Ἕλλησι τἀναντία τούτων διεξιέναι τολμήσαντες εἰς βυθὸν ἀγνοίας κατηκοντίσθησαν. Τὰ γὰρ ἐξ ἀνθρωπίνης διανοίας προφερόμενα δόγματα σαφῆ ....άνει καὶ ἀνερμάτιστα. Οὐδεὶς γὰρ παρ' αὐτοῖς ἕστηκε λόγος ἀκίνητος, ἀεὶ τοῦ δευτέρου τὸν πρὸ αὐτοῦ καταβάλλοντος· ὥστε μηδὲν ἔργον εἶναι τοῖς πιστοῖς, τἀκείνων ἐλέγχειν, ἀρκούντων ἐκείνων ἀλλήλοις πρὸς τὴν οἰκείαν ἀνατροπήν. Ὁποῖος δὲ τὸ σχῆμα καὶ τὴν οὐσίαν ὁ οὐρανός ἐστι, διδάσκει ἡμᾶς Ἡσαΐας λέγων· Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν· αὐτοῦ λεπτὴν, καὶ οὐ στερεὰν, οὐδὲ παχεῖαν αἰνιττόμενος εἶναι, ὡς καὶ ἀλλαχοῦ φησιν· Ὁ στερεώσας τὸν οὐρανὸν ὡσεὶ καπνόν. Τὴν δὲ γῆν φάσκει ὁ ψαλμὸς ἐπὶ τῶν ὑδάτων ἐνηρεῖσθαι, λέγων· Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Καὶ τὸ πῶς οὐ δεῖ πολυπραγμονεῖν, ἀλλὰ πιστεύειν. Τὸ γὰρ ἁπλοῦν τῆς πίστεως ἰσχυρότερον ὑπάρχει λογικῶν ἀποδείξεων· ἀνέφικτα γὰρ καὶ ἀκατάληπτά