1

1

Allocutio ad imperatorem Constantinum [Sp.] SANCTI EUSTATHII EPISCOPI ANTIOCHENI ALLOCUTIO AD IMPERATOREM CONSTANTINUM IN CONCILIO NICAENO.

Εὐχαριστοῦμεν Θεῷ, κράτιστε βασιλεῦ, τῷ τὴν ἐπίγειον συνθύνοντί σοι βασιλείαν· τῷ τὴν πλάνην τῶν εἰδώλων διὰ σοῦ καταργήσαντι, καὶ τῶν πιστῶν καταστήσαντι ἐν παῤῥησίᾳ τὸν εὔθυμον. Πέπαυται κνίσσα δαιμόνων· καταλέλυται πολυθεΐας Ἑλληνικῆς τὰ σεβάσματα· τὸ τῆς ἀγνωσίας ἀπελαύνεται σκότος· τῷ τῆς θεογνωσίας φωτὶ ἡ οἰκουμένη καταυγάζεται· Πατὴρ δοξολογεῖται· Υἱὸς συμπροσκυνεῖται· τὸ Πνεῦμα τὸ ἅγιον καταγγέλλεται· Τριὰς ὁμοούσιος, μία 676 θεότης ἐν τρισὶ προσώποις καὶ ὑποστάσεσι κηρύττεται.

Ταύτῃ τειχίζεται, βασιλεῦ, τὸ τῆς εὐσεβείας σου κράτος· ταύτην ἡμῖν ἄσυλον διαφύλαττε. Μηδεὶς αἱρετικὸς, ὑποδὺς τὴν Ἐκκλησίαν, ἕν τι τῆς Τριάδος ἀφαιρείτω, καταλιμπάνων τὸ λειπόμενον ἄτιμον. Ἄρειος ἡμῖν ὁ τῆς μανίας ἐπώνυμος τοῦ λόγου καὶ τῆς συνελεύσεως αἴτιος· ὃς, ὡς οὐκ ἴσμεν ὅπως, τῷ πρεσβυτερίῳ τῆς Ἀλεξανδρέων ἐγκαταλεγεὶς Ἐκκλησίας, ἐλάνθανεν ἡμᾶς, τῆς τῶν τρισμακαρίων προφητῶν καὶ ἀποστόλων διδασκαλίας ὑπάρχων ἀλλότριος.

Τὸν γὰρ μονογενῆ Υἱὸν καὶ Λόγον τοῦ Πατρὸς ἀποστερεῖν τῆς ὁμοουσιότητος τοῦ Πατρὸς οὐκ ἐντρέπεται, καὶ τῇ κτίσει τὸν κτίστην ὁ κτιστολάτρης συναριθμεῖν ἐπείγεται. Τοῦτον ἂν πείσειας, αὐτοκράτωρ, μεταφρονοῦντα, τοῖς ἀποστολικοῖς μὴ ἀντιτείνειν διδάγμασιν· ἢ τοῖς ἐν οἷς ἑάλω κακοδοξίας ἐγκείμενον ἀσεβήμασιν, ἄρδην τῆς Χριστοῦ καὶ ἡμῶν ἀφανίσειας ἐπαύλεως, ὡς ἂν μὴ τῆς θολερᾶς αὐτοῦ λογοθωπείας τὰς τῶν ἁπλουστέρων ψυχὰς ἐργάσηται θέραμα.