Fragmenta in epistulam ad Romanos

Fragmenta in epistulam ad Romanos

Ro+m 1,1 ∆ιαποροῦσι δέ τινες μάτην, πότερον τῷ ἡγουμένῳ προσθετέον τὸ κλητὸς πρόσρημα ἵνα εἴη δοῦλος, κλητός, ἢ τῷ ἑπομένῳ ὡς ἀπόστολος κλητός, κατ' οὐδέτερον ἀπᾳδούσης τῆς ἐννοίας, ἅτε δὴ κλητῶν ὄντων ἁπάντων καὶ κοινῶς τῶν εἰς τὴν πίστιν καὶ τὴν χάριν ταύτην κεκλημένων καὶ τῶν κατ' ἐκλογὴν εἰς τὴν ἀποστολικὴν τάξιν ἀνηγμένων. καθ' ἕτερον τοίνυν κλητὸς καὶ ὡς δοῦλος καὶ ὡς ἀπόστολος. ρο̈μ 1,21 ∆οκεῖ μὲν οὖν ἁπλούστερον τὸν πρὸς Ἕλληνας ἐνίστασθαι λόγον, ὡς καθ' ἓν μόνον εἶδος ἀσεβείας τὴν εἰδωλολατρείαν ποιούμενος τὸν ἔλεγχον· οὐ μὴν καὶ τοῖς ἀκριβέστερον θεωροῦσιν ἃ λέγει τοῦτο φαίνεται ποιῶν, ἀλλὰ πολὺ μᾶλλον πλατύνων τὴν κατ' αὐτῶν ἐπιτίμησιν ὡς οὐδὲν ἐλλειπόντων ἀσεβείας εἶδος. ρο̈μ 3,2 Τὸ μὲν πρῶτον οὐχ ἵνα, φησί, δεύτερόν τι εἴπῃ καὶ τρίτον, ἀλλ' ὅτι τοῦτο πρῶτον πάντων ἐστὶ καλῶν περιεκτικόν· τοῦ γὰρ πιστεῦσαι τοῖς τοῦ θεοῦ λόγοις τί κρεῖττον ἂν εἴη; ρο̈μ 3,4 Τάχα δ' ἄν τις ἁπλούστερον καὶ τοῖς προκειμένοις οἰκειότερον ἑρμηνεύσειε τὸν λόγον, μὴ κατ' ἀπόφασιν ἀλλὰ καθ' ὑπόθεσιν ἐκδεξάμενος τὸ ῥηθὲν προσθήκῃ μιᾶς συλλαβῆς, ὅτι κἂν πάντες ἄνθρωποι πρὸ τῆς ἀληθείας ἀγαπῶσι τὸ ψεῦδος, οὐδὲν ἧττον ὁ θεὸς ἀληθὴς διαμένει καὶ δίκαιος, ὑπισχνούμενός τε οἷα θεῷ προσῆκεν, καὶ πᾶν τὸ λεχθὲν ἐπιτελῶν, ἡνίκα προσῆκεν