1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

Supplementa ad quaestiones ad Marinum

Αʹ. Τοῦ φόβου τῶν Ἰουδαίων ἐπικειμένου τοῖς μαθηταῖς τοῦ Σωτῆρος, λέγει γοῦν ὁ Ἰωάννης ὡς ἦσαν ὁμοῦ συνηγμένοι οἱ μαθηταὶ ἐν οἴκῳ ἑνὶ, τῶν θυρῶν κεκλεισμένων διὰ τὸν φόβον τῶν Ἰουδαίων. Πῶς ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἀπήντων ἐπὶ τὸ μνῆμα; Καὶ ταῦτα στρατιωτικῆς φρουρᾶς φυλαττούσης τὸν τόπον, ὡς ὁ Ματθαῖος ἐμαρτύρησεν· ἡ γὰρ κουστωδία στρατιωτικόν ἐστι τάγμα. Ἐροῦμεν δὲ πρὸς ταῦτα, θαρσαλέως τοὺς ἀποστόλους ἀπηντηκέναι ἐπὶ τὸ μνῆμα, προμεμαθηκότας παρὰ τῆς Μαγδαληνῆς μηδένα τῶν φυλαττόντων τὸν τόπον αὐτόθι παρεῖναι, ὅπως δῆλον ἦν ἀπὸ τοῦ τὸν λίθον ᾖρθαι τοῦ μνημείου· ᾖρτο δὲ οὐκ ἄλλως, ἢ τῷ τὸν ἐξ οὐρανοῦ ἄγγελον ἐξαστράψαι τὸν τόπον πολλῷ φωτὶ, καὶ αὐτὸν ἀποκυλίσαι τὸν λίθον, φοβῆσαί τε τοὺς φύλακας, ὡς μικροῦ δεῖν καὶ ἀπολιθωθῆναι αὐτοὺς τῷ φόβῳ· καὶ μετὰ ταῦτα ὡς εἰκὸς φυγῇ χρήσασθαι, ὡς μηδένα μὲν περιλειφθῆναι αὐτῶν, σχολάζειν δὲ τὸν τόπον τοῖς ἐπὶ τὴν θέαν ἀφικνουμένοις τῆς σωτηρίου ἀναστάσεως· αὕτη γὰρ ἦν μάλιστα ἡ αἰτία τῆς ἐπιφανείας τοῦ ἀγγέλου. Οὐ γὰρ δὴ τῆς ἀναστάσεως χάριν ἀπεκίνει τὸν λίθον, οὐδ' ἕνεκεν τοῦ λίθου τοιόσδε ὤφθη, ἀλλ' ἵνα τοὺς μὲν ἀπελάσῃ, τὰς δὲ ἐρχομένας ἐπὶ τὴν θέαν δεξιωσάμενος, τὴν ἀνάστασιν αὐταῖς καταγγείλειε. Τούτων οὖν μάρτυς ὁ Ματθαῖος λέγων, Ἀπὸ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί. Φθάνει μὲν γὰρ καὶ τὸν ἄγγελον ἀναστὰς ὁ Σωτὴρ, οὐδὲ ἀναμένει τὴν ἀποκίνησιν τοῦ λίθου, ἀλλὰ καὶ τούτου πρὸ τὴν θύραν κειμένου, καὶ τοῖς τῶν ἀρχιερέων σημαντῆρσι κατεσφραγισμένου, τῶν τε φρουρῶν κυκλούντων τὸν τόπον, ἀφανὴς ἦν τοῦ μνήματος, τὴν ἐκ νεκρῶν ἀνάστασιν πεποιημένος θεϊκῇ δυνάμει, καθ' ἣν ὥραν οὐδεὶς ἔγνω, καὶ καθ' ὃν οὐδεὶς ἐπεσημήνατο τῶν εὐαγγελιστῶν καιρόν· ὥστ' ἂν εἰπεῖν εὐκαίρως τινὰ καὶ ἐπ' αὐτοῦ τοῦτο δὴ τὸ περὶ τῆς καθόλου συντελείας πρὸς αὐτοῦ λελεγμένον ἐν τῷ, «Περὶ δὲ τῆς ἡμέρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τοῦ Θεοῦ.» Οὕτω γοῦν πρῶτος αὐτὸς ἀπαρχὴ τῆς ἀναστάσεως γεγονὼς ὁ 22.985 Σωτὴρ, καθ' ἣν ὥραν οὐδεὶς ἔγνω, ἐγήγερτο, λαθὼν τοὺς ἅπαντας, καὶ ἐγήγερτο τοῦ λίθου μεμενηκότος ἐπὶ σχήματος. Ἀγαθῶν δὲ ἄγγελος, ἀνθρώποις παρῆν ὁ ἄγγελος, οὐδὲν μὲν τῇ ἀναστάσει διὰ τῆς αὐτοῦ παρουσίας συμβαλλόμενος, τὰ μεγάλα δὲ τῇ τῶν ἀνθρώπων διακονούμενος σωτηρίᾳ· διὸ καὶ ἐξήστραπτε τὴν μορφὴν, λευχείμονα δεικνὺς ἑαυτὸν, καὶ πρῶτος τῆς σωτηρίου ἀναστάσεως ἀπαρχόμενος. Καὶ ὥσπερ ἡλίου ἀνατολὰς ἑρπετὰ μὲν ἰοβόλα καὶ θηρίων ὅσα νυκτὸς καὶ σκότους εἰσὶ φίλα φεύγει, ἄνδρες δὲ ταύτας οἷα φωτὸς συγγενεῖς μεταδιώκουσι, κατὰ τὸν αὐτὸν δὴ τρόπον τοὺς μὲν τῆς ἀληθείας καὶ ζωῆς ἐχθροὺς, θανάτου δὲ οἰκείους καὶ φίλους, ταῖς τοῦ φωτὸς αὐτοῦ μαρμαρυγαῖς καταστράπτων, ἤλαυνεν ὁ ἄγγελος· τοῖς δὲ ποθοῦσι τὴν σωτήριον ἀνάστασιν, ταύτην εὐηγγελίζετο, σχολὴν αὐτοῖς εὐτρεπῆ διὰ τῆς τῶν φρουρῶν ἀπελάσεως παρέχων· δύο γοῦν γνωρίσματα τοῖς οἰκείοις παρεῖχεν ὁρᾷν, τὴν ἀποκίνησιν τοῦ λίθου, καὶ τῆς θύρας τοῦ μνήματος τὴν ἄνεσιν, τῶν τε φυλάκων τὴν δίωξιν· ἃ δὴ τεθεαμένη ἡ Μαγδαληνὴ τοῖς μαθηταῖς ἐπήγγειλεν· οἱ δὲ ταῦτα παρ' αὐτῆς μεμαθηκότες, θαρσαλέως ἀπήντων δρομαῖοι, μηδενὸς αὐτοῖς ἐμποδὼν καθεστῶτος.

Βʹ. Καὶ πῶς σκοτίας οὔσης, κατὰ τὸν εὐαγγελιστὴν Ἰωάννην, τὰ εἴσω τοῦ

μνήματος ἑώρων οἱ δύο μαθηταί; Ὁ γὰρ αὐτὸς καὶ τὴν ὥραν ἐπεσημήνατο εἰπών· «Πρωῒ ἔτι σκοτίας οὔσης,» καὶ τοὺς δύο μαθητὰς τὰ εἴσω ἐν τῷ μνήματι τεθεαμένους· «Εἰσῆλθον γὰρ, φησὶ, καὶ ἐπίστευσαν.» Ἀρχομένης μὲν κατ' ἀρχὰς τῆς ἡμέρας, ἐπὶ τὸ μνῆμα ἐμαρτύρησεν ἡ Γραφὴ ἔτι τότε σκοτίαν εἶναι· πλὴν ἀλλ' ἤδη πρωΐα ἦν· τοῦτο δὲ τὸ πρωῒ ἔτι σκοτίας οὔσης αὐτὴ καθ' ἑαυτὴν ἰδοῦσα Μαρία