1

 2

 3

1

In cantica canticorum interpretation

Εὐσεβίου τοῦ Παμφίλου εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων ἐξήγησις.

Ἆσμα ᾀσμάτων διὰ τοῦτο καλεῖται, ἐπειδὴ μετὰ τὰ μέν τ' ἄλλα ᾄσματα τοῦτο, μετὰ δὲ τοῦτο οὐκ ἔτι ἄλλο προσδοκᾶν ἐστίν· ἄλλο δὲ λέγω, οὐ βιβλίον, ἀλλὰ τὸ ἐκ τοῦ βιβλίου σημαινόμενον. Ὃ δὲ λέγει, τοιοῦτον ἐστί. Πᾶσα θεία γραφὴ περὶ τῆς εἰς ἡμᾶς τοῦ Λόγου καθόδου, καὶ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας προφητεύει. Τοῦτο γὰρ τὸ βούλημα τοῦ Θεοῦ ἐστὶν, τοῖς τε προφήταις καὶ πάσῃ τῇ θεογραφῇ τοῦτο προηγούμενον ἐστὶν ἀπαγγέλλειν. Παρακολούθημα δὲ τῷ θείῳ διηγήματι τοῦτο ποιοῦνται, λόγους περὶ τῶν ἐθνῶν τῆς Βαβυλῶνος, τῆς ∆αμάσκου, τῆς Μωὰβ καὶ τῶν ἄλλων· καὶ δι' ἑκάστης γραφῆς τοῖς μὲν ἁμαρτάνουσιν ἐπιτιμῶσι, τοὺς δὲ προληφθέντας προτρέπονται μετανοεῖν, ἀπειλοῦντες τὴν μέλλουσαν τοῦ πυρὸς κρίσιν. Αἱ μὲν οὖν ἄλλαι γραφαὶ προλέγουσιν, οἷον Μωϋσῆς μέν· Προφήτην ἀναστήσει, λέγων, Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ἡμῶν ὡς ἐμέ. Ἡσαΐας δέ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν. Ὁ δὲ Μιχαίας· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου. Καὶ ἄλλος ἄλλως προλέγει. Κατὰ μὲν τὴν τοῦ Πνεύματος χάριν καὶ τούτων λεγόντων, προσεδο 3.531 κάτω ὁ ἐπαγγελλόμενος Κύριος· διὰ τοῦτο καὶ πολλοὶ ἀπήγγελλον, καὶ ὡς ἦλθεν, ἐπαύσαντο οἱ προφητεύοντες, καὶ ἔστι ταῦτα πάντα ᾄσματα ᾄδοντα περὶ τοῦ ἐρχομένου σωτῆρος.

Τὸ δὲ ᾆσμα τῶν ᾀσμάτων οὐχ ὡς προφητεῦόν ἐστιν, οὐδ' ὡς προσημαῖνον, ἀλλ' ὃν οἱ ἄλλοι προαπήγγελλον, τοῦτον ὡς ἤδη ἐλθόντα δείκνυσι καὶ ἤδη λαβόντα τὴν σάρκα, δικαίως ἐπὶ συζυγίᾳ τοῦ Λόγου καὶ τῆς σαρκὸς ἐπιθαλάμιον ᾄδει. Καὶ αἱ μὲν ἄλλαι γραφαὶ λέγουσαι περὶ τοῦ σωτῆρος, μεταξὺ καὶ περὶ ἄλλων τινων ἀπαγγέλλουσιν. Τὸ δὲ βιβλίον τοῦτο μόνην τὴν τοῦ Λόγου συζυγίαν πρὸς τὸ σῶμα ᾄδει. Καὶ αἱ μὲν ἄλλαι γραφαὶ, διὰ τὰ μεταξὺ τελούμενα, εἰσὶ καὶ ὀργῆς καὶ θυμοῦ λόγοι καὶ φόβων ἀπειλή· τὸ δὲ βιβλίον τοῦτο, ἐπειδὴ οὐδὲν ἕτερον ἢ τὴν παρουσίαν μόνην τοῦ Λόγου σημαίνει, θυμηδείας καὶ χαρᾶς καὶ εὐφροσύνης μόνους ἔχει λόγους. Νυμφίου παρόντος, πάντας χαίρειν προσήκει καὶ μηδένα πενθεῖν, ὡς αὐτὸς ὁ Κύριος εἴρηκε. Αὐτὸς γὰρ παρὼν, τὰς ἀσθενείας ἡμῶν ἐβάστασεν, καὶ τὰς λύπας ἐπέστρεψεν εἰς χαράν. Ὥσπερ οὖν μετὰ τὴν οἰκονομίαν τοῦ σωτῆρος οὐκέτι προφήτην προσδοκῶμεν, οὕτω μετὰ τὰ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων σημαινόμενα, οὐκ ἔστιν ἄλλο τι καινότερον μελετᾶν ἢ προσδοκᾶν σημαινόμενον. Καὶ γὰρ τὰ ἐν τῷ ᾄσματι σημαινόμενα, ταῦτα καὶ ἐν τοῖς προφήταις καὶ ἐν ταῖς ἄλλαις γραφαῖς ἐκ διαστήματος λεγόμενα εὑρίσκεται.

Πάλιν τε, ὥσπερ δεικνύντος τοῦ Ἰωάννου τὸν ἀμνὸν, ἕως Ἰωάννου ὁ νόμος καὶ οἱ προφῆται εἰσὶν, οὕτω τὰ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων σημαινόμενα, τέλος ἐστι πάντων τῶν ἐν τῇ θείᾳ γραφῇ σημαινομένων. Τί γὰρ ἄλλο μετὰ τὸν σωτῆρα προσδοκᾶν δεῖ ἢ ἀ 3.532 νάστασιν καὶ κρίσιν; διὰ τοῦτο οἱ κατὰ Φρύγας προσάγοντες προφήτας μετὰ τὸν Κύριον, σφάλλονται καὶ αἱρετικοὶ κατεκρίθησαν. Ἆσμα ᾀσμάτων οὖν διὰ τὸ μετὰ τὸ ῥητὸν οὐδὲν ἕτερον ἔστι προσδοκᾶν. Καὶ ὥσπερ μετὰ νόμον ἅγια ἦν, καὶ μετὰ τὰ ἅγια τῶν ἁγίων οὐκέτι ἦν ἐσώτερος τόπος, οὕτω μετὰ μὲν τὸ ᾆσμα τῶν ᾀσμάτων, οὐκέτι δὲ προσδοκᾶν ἐστὶν ἐσωτερικὴν καινοτέραν ἐπαγγελίαν. Ἅπαξ γὰρ ὁ Λόγος ἐγένετο σὰρξ, καὶ τετελείωκε τὸ ἔργον.

Ἔστι δὲ ὅλον τὸ βιβλίον διαλόγων πλῆρες τούτων· τοῦ παλαιοῦ λαοῦ πρὸς τὸν Λόγον, καὶ καθόλου τοῦ ἀνθρωπίνου γένους πρὸς τὸν Λόγον, καὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας πρὸς αὐτὸν, καὶ τοῦ Λόγου πρὸς αὐτὴν, καὶ πάλιν πρὸς τὸ ἀνθρώπινον