1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

1

De ecclesiastica theologia

ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΘΕΟΛΟΓΙΑΣ Αʹ Τάδε τὸ αʹ περιέχει σύγγραμμα αʹ ὅτι μάτην Σαβέλλιον διέβαλλεν Μάρκελλος τὰ ἴσα αὐτῷ δοξάζων. βʹ ὅτι τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ἡ Χριστοῦ χάρις τὴν περὶ πατρὸς καὶ υἱοῦ γνῶσιν ἐξαίρετον ἐδωρήσατο. γʹ ὅτι ποικίλως ἐσφάλησαν οἱ ἑτερόδοξοι ἐν τῷ περὶ υἱοῦ λόγῳ. δʹ ὅτι μάτην Χριστιανοὺς ἑαυτοὺς λέγουσιν οἱ μὴ ὑφεστάναι τὸν υἱὸν τοῦ θεοῦ ὁμολογοῦντες. εʹ ὅπως Μάρκελλος τὸν υἱὸν τοῦ θεοῦ ἠρνεῖτο τὴν Σαβελλίου αἵρεσιν μιμούμενος. ʹ ὅπως ἡ ἐκκλησία τοῦ θεοῦ πιστεύει. ζʹ ὅπως οἱ ἑτερόδοξοι διαφόρως τῆς περὶ τοῦ υἱοῦ θεολογίας ἐκπεπτώκασιν. ηʹ παράθεσις τῆς ὑγιοῦς καὶ ἐκκλησιαστικῆς ὀρθοδοξίας. θʹ ὅτι μὴ τοῖς πολλοῖς κτίσμασιν ὁμοίως καὶ ὁ υἱὸς ὑπέστη. ιʹ ὅτι μόνος ἐκ τοῦ πατρὸς γεννηθεὶς εἰκότως καὶ θεὸς καὶ μονογενὴς υἱὸς μόνος αὐτὸς ἀνείρηται. ιαʹ ὅπως ἕνα θεὸν ἡ ἐκκλησία γνωρίζει, καίτοι τὸν υἱὸν θεὸν ἐκ θεοῦ εἶναι παραδεχομένη. ιβʹ ὡς ἄρρητος αὐτοῦ ἡ ἐκ τοῦ πατρὸς γέννησις. ιγʹ ὅτι ἀναγκαία καὶ σωτήριος τοῖς πᾶσιν ἡ τοῦ υἱοῦ ἐπιστασία. ιδʹ ὅτι εὐλόγως ἡ ἐκκλησία τὰ αὐτὰ φρονήσαντα Σαβελλίῳ Μάρκελλον ἀπεδοκίμασεν. ιεʹ ὁποίοις ῥήμασιν Μάρκελλος τὸν Σαβέλλιον ἔκοπτεν, προσποιούμενος μὴ τὰ ἴσα αὐτῷ φρονεῖν. ιʹ ὅπως ἁλίσκεται διὰ τῶν αὐτοῦ φωνῶν τὰ αὐτὰ τῷ Σαβελλίῳ δοξάζων. ιζʹ ὅπως ἠρνεῖτο γυμνῇ τῇ κεφαλῇ τὴν ὑπόστασιν τοῦ υἱοῦ. ιηʹ ὅπως πρὸ τῆς ἐνανθρωπήσεως οὐδὲν ἕτερον ἔφασκεν εἶναι τὸν υἱόν, ἢ λόγον αὐτὸ μόνον ὅμοιον τῷ παρ' ἀνθρώποις. ιθʹ ὅπως αἱ θεῖαι γραφαὶ οὐ μόνον λόγον ἀλλὰ καὶ μυρία ἕτερα καὶ πρὸ τῆς ἐνανθρωπήσεως ὠνόμαζον τὸν υἱὸν τοῦ θεοῦ. κʹ παραθέσεις καὶ ἑρμηνεῖαι μερικαὶ τῶν ἀπὸ τῆς θείας γραφῆς ἀπο δείξεων ἐν ὅλοις λʹ κεφαλαίοις. Ἐγὼ μὲν ᾤμην ἐξαρκεῖν τὰς τῶν αὐτοῦ Μαρκέλλου φωνῶν παραθέσεις, ἃς διὰ τῶν ἔμπροσθεν ἀνελεξάμην, πρὸς τὸν καθ' ἑαυτῶν ἔλεγχον. οὕτω γὰρ προφανῆ καὶ ἀδιάτρεπτον τὴν ἄρνησιν τοῦ υἱοῦ τοῦ θεοῦ περιεῖχον, ὡς καὶ δίχα πάσης ἀντιρρήσεως τοῖς τῆς ἐκκλησίας τοῦ θεοῦ τροφίμοις φευκτὸν εἶναι τὸν ἐν αὐτοῖς λόγον. 1.Pref.2 ἐπεὶ δὲ διεσκεψάμην, μήποτ' ἄρα τινὲς τῆς ἐκκλησιαστικῆς θεολογίας ὑποσυρεῖεν τῇ πολλῇ παραθέσει, ᾗ κέχρηται ὁ ἀνὴρ εἰς πίστωσιν ὧν ᾤετο αὐτῷ συμβαλεῖσθαι, καὶ τούτων ἔκρινα δεῖν ἐπὶ τοῦ παρόντος τὸν ἔλεγχον ἐκφῆναι, ὡς ἂν μάθοι πᾶς ὅτι μηδὲ εἷς αὐτῷ λόγος τῆς ἐνθέου γραφῆς ἀρνουμένῳ τὸν υἱὸν τοῦ θεοῦ συνῳδὸν παρείχετο μαρτυρίαν, πάντες δ' ἄντικρυς αὐτῷ τὴν ἐναντίαν ἐφθέγγοντο φωνὴν ἀδιαστρόφως τὰς οὐκ ὀρθῶς αὐτοῦ τῶν θείων γραφῶν παρεξηγήσεις εὐθύνοντες. συνάψω δὲ κατὰ τὸ αὐτὸ τῇ τούτων φώρᾳ τὴν τοῦ σωτῆρος ἡμῶν θεολογίαν, νεώτερον μὲν λέγειν ἔχων οὐδέν, οὐδ' ἐμαυτοῦ σοφόν τι καὶ οἰκεῖον εὕρεμα, τῆς δ' ἐκκλησίας τοῦ θεοῦ τὴν ἀδιάφθορον διδασκαλίαν προϊσχόμενος, ἣν παρὰ τῶν αὐτοπτῶν καὶ αὐτηκόων τοῦ λόγου ἄνωθεν ἐξ ἀρχῆς παραλαβοῦσα φυλάττει 1.1.1 πρὸ δὲ τῆς τούτων ἐξετάσεως, ἐπειδὴ μεταξὺ τοῦ συγγράμματος τὸν Σαβέλλιον ὑπ' αὐτοῦ κοπτόμενον εὗρον, καταπλαγεὶς τῆς ἠλιθιότητος τὸν ἄνδρα, ὡς οὐκ ἐφείσατο κακῶς ἀγορεῦσαι ὃν πάντων μᾶλλον ἐπαινεῖν αὐτὸν ἐχρῆν ὁμόδοξον αὐτῷ καὶ ὁμογνώμονα γεγονότα, οὐχ ἡγησάμην ἀντιπαρελθεῖν σιγῇ τὸν λόγον, παραδοῦναι δὲ καὶ τούτου ἔλεγχον τῷ παρόντι γράμματι. τὸ μὲν γὰρ τοὺς τοῦ θεοῦ λειτουργοὺς πρὸς αὐτοῦ διαβεβλῆσθαι εἰ καὶ αὐτῷ μὲν ψόγον τοῖς δ' ἐλευθερουμένοις τῆς πρὸς αὐτὸν κοινωνίας εὐδοξίαν ἐπήγαγεν, 1.1.2 ὅμως εἴχετό τινος εἰκότος τὸ δοκεῖν τὰ μὴ αὐτῷ φίλα φαυλίζειν· τὸ δὲ λαθεῖν κόπτοντα αὑτὸν