1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

1

Constantini imperatoris oratio ad coetum sanctorum

1.t Βασιλέως Κωνσταντίνου λόγος ὃν ἔγραψε τῷ τῶν ἁγίων συλλόγῳ.

Pin.1 αʹ. Τὸ προοίμιον τοῦ πάσχα μέμνηται, καὶ οἷα ὁ τοῦ θεοῦ λόγος ὠφελήσας σύμπαντας διαφόρως παρὰ τῶν ὠφελουμένων ἐπεβουλεύετο. Pin.2 βʹ. Προσφώνησις τῇ ἐκκλησίᾳ καὶ τοῖς ἀκροαταῖς συγγινώσκειν καὶ διορθοῦσθαι τὰ πταίσματα. Pin.3 γʹ. Ὅτι καὶ τοῦ λόγου πατὴρ ὁ θεὸς καὶ τῆς κτίσεως ὁ αὐτὸς δημιουργός, καὶ οὐκ ἂν ἠδύνατο συνεστάναι τὰ ὄντα, εἰ διάφορα ἦν αὐτῶν τὰ αἴτια. Pin.4 δʹ. Περὶ τῆς κατὰ τὰ εἴδωλα πλάνης. Pin.5 εʹ. Ὅτι Χριστὸς ὁ τοῦ θεοῦ υἱὸς πάντα τὰ ὄντα ἐδημιούργησεν καὶ τοῦ εἶναι τὸ ποσὸν ἐν ἑκάστῳ διωρίσατο. Pin.6 ʹ. Περὶ τῆς εἱμαρμένης, ὅτι ψευδὴς ὁ περὶ αὐτῆς λόγος δείκνυται ἔκ τε τῶν παρὰ ἀνθρώποις νόμων καὶ τῶν κατὰ τὴν κτίσιν, ἅτινα οὐκ ἀτάκτως ἀλλὰ κατὰ τάξιν κινεῖται τοῦ δημιουργοῦ τὸν ὅρον διὰ τῆς τάξεως ἐπιδεικνύμενα. Pin.7 ζʹ. Ὅτι περὶ τῶν ἀκαταλήπτων τοῦ δημιουργοῦ χρὴ τὴν σοφίαν δοξάζειν, καὶ οὐκ ἄλλον οὐδ' αὐτόματον αἰτιᾶσθαι φοράν. Pin.8 ηʹ. Ὅτι τὰ μὲν χρειώδη ἀφθόνως τοῖς ἀνθρώποις ὁ θεὸς χορηγεῖ, τὰ δὲ πρὸς τέρψιν μετρίως, συμφερόντως ἑκατέρον τοῖς ἀπολαύουσιν. Pin.9 θʹ. Περὶ τῶν φιλοσόφων, οἳ διὰ τὸ πάντα βούλεσθαι εἰδέναι καὶ περὶ τὰς δόξας ἐσφάλησαν, καὶ κινδύνοις ἔνιοι προσωμίλησαν, καὶ περὶ τῶν Πλάτωνος δογμάτων. Pin.10 ιʹ. Περὶ τῶν μὴ μόνον τὰ γραφικὰ δόγματα ἀλλὰ καὶ τὰ φιλόσοφα διαπτυόντων, καὶ περὶ τοῦ δεῖν ἢ πάντα πιστεύειν τοῖς ποιηταῖς ἢ πάντα ἀπιστεῖν. Pin.11 ιαʹ. Περὶ τῆς κατὰ σάρκα τοῦ κυρίου παρουσίας, τίς καὶ ἐπὶ τίσι γεγένηται. Pin.12 ιβʹ. Περὶ τῶν μὴ γνόντων τὸ μυστήριον, καὶ ὅτι ἑκόντες ἠγνόησαν, καὶ ὅσα τοὺς γνόντας ἀγαθὰ μένει, καὶ μάλιστα τοὺς δι' ὁμολογίας τελειωθέντας. Pin.13 ιγʹ. Ὅτι ἀναγκαία τῶν τῆς κτίσεως μερῶν ἡ διαφορά, καὶ ὅτι ἡ πρὸς τὸ καλὸν καὶ κακὸν ῥοπὴ τῶν ἀνθρώπων γνώμης ἐστίν, ὅθεν καὶ ἡ κρίσις ἀναγκαία καὶ εὔλογος. Pin.14 ιδʹ. Ὅτι ἀπείρως ἡ κτιστὴ φύσις ἀπὸ τῆς ἀκτίστου οὐσίας ἀφέστηκεν, πλησίον δὲ αὐτῆς τῷ κατ' ἀρετὴν βίῳ ὁ ἄνθρωπος γίνεται. Pin.15 ιεʹ. Ὅσα ὁ σωτὴρ ἐδίδαξε καὶ ἐθαυματούργησε καὶ τοὺς ἀνασχομένους ὠφέλησεν. Pin.16 ιʹ. Τὴν Χριστοῦ παρουσίαν προειρῆσθαι μὲν τοῖς προφήταις, ἐπὶ καταστροφῇ δὲ τῶν εἰδώλων καὶ τῶν εἰδωλικῶν γενέσθαι πόλεων. Pin.17 ιζʹ. Περὶ τῆς Μωϋσέως σοφίας ζηλωθείσης παρὰ τῶν ἔξωθεν σοφῶν, καὶ περὶ ∆ανιὴλ καὶ τῶν τριῶν παίδων. Pin.18 ιηʹ. Περὶ Σιβύλλης τῆς Ἐρυθραίας ἐν ἀκροστιχίδι τῶν τῆς μαντείας ἐπῶν τὸν κύριον καὶ τὸ πάθος δηλούσης· ἔστι δὲ ἡ ἀκροστιχίς· Ἰησοῦς Χριστὸς θεοῦ υἱὸς σωτὴρ σταυρός. Pin.19 ιθʹ. Ὅτι ἡ περὶ τοῦ σωτῆρος μαντεία παρ' οὐδενὸς τῶν τῆς ἐκκλησίας πέπλασται, ἀλλὰ τῆς Ἐρυθραίας Σιβύλλης ἐστίν, ἧς τὰς βίβλους Κικέρων ὁ πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ ῥωμαϊστὶ μετέφρασε, καὶ ὅτι Βεργίλιος μέμνηται αὐτῆς καὶ τοῦ παρθενικοῦ τόκου, δι' αἰνιγμάτων φόβῳ τῶν κρατούντων ὑμνήσας τὸ μυστήριον. Pin.20 κʹ. Βεργιλίου Μάρωνος ἕτερα περὶ Χριστοῦ ἔπη καὶ ἡ τούτων ἑρμηνεία, ἐφ' οἷς δείκνυται δι' αἰνιγμάτων ὡς παρὰ ποιητοῦ μηνυθὲν τὸ μυστήριον. Pin.21 καʹ. Ὅτι οὐ δυνατὸν περὶ ψιλοῦ ἀνθρώπου ταῦτα λέγεσθαι, καὶ ὅτι οἱ ἀπιστοῦντες ἀγνοίᾳ θεοσεβείας καὶ τὸ εἶναι ὅθεν αὐτοῖς ἀγνοοῦσιν. Pin.22 κβʹ. Εὐχαριστία Χριστῷ τὰς νίκας καὶ τὰ λοιπὰ ἀγαθὰ τοῦ βασιλέως ἐπιγράφουσα, καὶ ἔλεγχος τοῦ κατ' αὐτῶν τυράννου Μαξιμίνου τῷ μεγέθει τοῦ διωγμοῦ μείζονα δόξαν τῇ εὐσεβείᾳ περιποιήσαντος. Pin.23 κγʹ. Περὶ τῆς τῶν Χριστιανῶν πολιτείας, καὶ ὅτι χαίρει τοῖς ἐν ἀρετῇ βιοῦσι τὸ θεῖον, καὶ χρὴ κρίσιν προσδοκᾶν καὶ