1

 2

1

De mensuribus et ponderibus (excerptum Graecum 3)

Τοῦ ἁγίου Ἐπιφανίου περὶ μέτρων καὶ σταθμῶν.

Κόρος σίτου μόδιοι λʹ, ὃ κέκληται χώρ. Χὼρ λέγεται ἀπὸ τοῦ τῶν βουνῶν ὑποθέσεως οὕτω· χωρία γὰρ καλεῖται βουνός· βουνισθέντες γὰρ οἱ λʹ μόδιοι φορτίον ποιοῦσι καμήλου. Θεκὲλ [γρ. Λεθὲκ] κριθῆς μόδιοι ιεʹ, ὃ καλεῖται ἔπαρμα. Κάδος ἐλαίου ἐστὶ ξέστων νʹ. Ἔστι δὲ τοῦτο τῆς τοῦ ἐλαιοτρίπτου ἐργασίας. Μνάσις [γρ. Μνασίς] ἐστι μοδίων ιʹ σίτου ἢ κριθῆς μέτρων [γρ. μέτρον]. Σάτον ἐστὶ μόδιον κουμουλάτον, ὡς εἶναι μόδιον αʹ καὶ τέταρτον, ὑγροῦ δὲ ξέστων νʹ. Γόμορ μικρὸν μοδίων ιβʹ, ξέστων νʹ. Μέδιμνον μόδιοι εʹ, ὡς εἶναι μόδια δʹ μέτρου ξέστων κβʹ, ἄλλο δὲ ʹ. Χοῖνιξ καὶ οἰφὶ ταὐτόν ἐστιν· ἔστι δὲ μέτρον ξέστων βʹ καὶ ἡμίσεως καὶ ποστημόριον, ὅ ἐστι τῶν δύο δρακῶν τῆς χειρὸς τὸ μέτρον. Ἀρτάβη ἐστὶ ξέστων οβʹ μέτρον τέλειον. Τρία μέτρα σεμιδάλεως. Ἕκαστον μέτρον γόμορ εἶχε· τὸ δὲ γόμορ δέκατόν ἐστι τοῦ μεγάλου μέτρου τῆς ἀρτάβης, τουτέστι ξέστων ζʹ καὶ εʹ (πέμπτου). Τρία κάνα χονδρίτου. Τὰ κάνα κανισκέλια καλεῖ. Χονδρίτου δέ ἐστιν εἶδος σίτου εἰς δύο τεμνόμενον. Νέβελ οἴνου μέτρον ξέστων ρνʹ, ομυεῖ οὕτω ὑγροῦ τρία σάτα. Κοτύλη ἥμισυ ξέστου ὑπάρχει· ἐκεῖθεν οἱ πωλοῦντες οἶνον ἢ ἔλαιον κοτυλισταὶ καλοῦνται. Τρυβλίον τὴν μὲν πλάσιν ἐστὶν ὀξύβαφον, εἴτ' οὖν παροψίς, χωρεῖ δὲ ξέστου τὸ ἥμισυ. Ἀπόρυμα [γρ. Ἀπόῤῥυμα] τὸ ἥμισυ τοῦ σαϊτοῦ ἔχει· τὸ δὲ Σαϊτὸν κβʹ ξέστων ἐστίν. Ἔστιν ἐν τύπῳ κεραμίῳ [ἴσ. κεραμίου]. Σαφιθά ἐστι μέτρον ξέστων κβʹ παρά τισι, καὶ παρ' ἄλλοις ιηʹ καὶ κδʹ. Ἲν τὸ μέγα ξέστων ιηʹ, τὸ δὲ ἅγιον θʹ. Καμψάκης ὕδατος ξέστων δʹ. Χοῦς, ὅ ἐστι χουζά, τὸ μὲν μέγα ξέστων ηʹ, τὸ δὲ ἅγιον ξέστων ʹ. Ἀλάβαστρον μύρου. Ἀλάβαστρον βισσίν ἐστι στρογγυλοειδὲς χωροῦν λίτραν μίαν, ἤγουν 132 ἠμίναν. Σίκλον. Τὸ σίκλον ἐστὶ τὸ τέταρτον τῆς ὀγκίας, ὅπερ ἐστὶ νόμισμα αʹ καὶ ἥμισυ. Μεδεκὼμ λέγει τοὺς κυάθους· τὰς δὲ μασμαρὼθ λέγει τοὺς διϋλιστῆρας, ἤτ' [ἴσ. εἴτ'] οὖν ἰθμοὺς [γρ. ἠθμούς]. Κύαθος, πῇ μὲν εἰς ἁπλοῦν ποτήριον, ὅ ἐστι ξέστων ʹ· πῇ δὲ εἰς τριπλοῦν, ὅ ἐστι γʹ. Ἀντληντήριον [γρ. Ἀντλητήριον] δέ ἐστιν ἀπὸ κεραμίου, ἀντλοῦν διακαρᾶς [γρ. διὰ μακρᾶς] λαβῆς. Κύαθος ἔχει ὀγκίαν αʹ· ὁ δὲ τοῦ ἐλαίου ὀγκίαν αʹ καὶ ἡμίσειαν· ὁ δὲ τοῦ οἴνου ὀγκίαν αʹ καὶ ἡμίσειαν ʹ· ὁ δὲ τοῦ μέλιτος ὀγκίαν αʹ καὶ ἡμίσειαν. Γόμορ τὸ μέγα καὶ ὁ [ἴσ. ὁ καὶ] λεθέκ· λεθὲκ δὲ ὡς ἐν τῷ προφήτῃ Ὠσκὲ εἴρηται [Γʹ, 2]: «Ἐμισθωσάμην ἐμαυτῷ λεκὲθ [γρ. λεθὲκ] κριθῶν». Ἐν ἄλλοις δὲ ἀντιγράφοις λέγει: «Γομὸρ κριθῶν». Τὸ οὖν αὐτό ἐστι· ιεʹ γὰρ μόδιοι σημαίνονται». ∆ραχμὴ καὶ γράμματα γʹ. ∆ρὰξ ἀλεύρου. ∆ρὰξ χειρὸς ἡ κράτησις γίνεται. Ἲν τὸ μέγα ξέστων ιηʹ, τὸ δὲ ἅγιον ξέστων θʹ. Κάβος σίτου ξέστων εʹ καὶ ἡμίσεως. Μετρίτης [γρ. Μετρητὴς] ξέστων οβʹ. {1 Περὶ σταθμῶν.}1 Ἀργύρια τὰ καὶ χαλκᾶ σταθμίζουσι γράμματα γʹ. Ἄργυρος ὁ τέλειος λίτρας ρʹ. Ἀργυροῦς καὶ μνᾶ καὶ μάνησόγκιαι [ἀνάγν. μάνης ὀγκίαι] κʹ, ὃ γίνεται λίτρα αʹ, οὐγκίαι ηʹ. Ἀμφορεὺς ξέστων κδʹ. Ἀσσάριον σταθμὸς γραμμάτων ςʹ. Ἀσσάριον καλεῖται λεπτῶν ξʹ. Βαλλάντιον ὃ καὶ φόλις [γρ. φόλλις], δηναρίων σνʹ γίνεται, λιτρῶν τιβʹ καὶ ἡμισείας. ∆ηνάριον σταθμίζει λίτραν αʹ, ὀγκίας γʹ. ∆ίδραχμον ἅγιον γραμμάτων ςʹ. Κοδράντης, νοῦμος ἄγων γράμματα ςʹ. Λεπτὸν σατὸν ἄγει γράμματα γʹ. Λεπτόν ἐστι σταθμίον ὀγκίας τὸ τέταρτον, περὶ οὗ ὁ Κύριος λέγει [Ματθ. ιʹ, 29]: «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται;». Ἀσσὰρ δὲ ἑβραϊστὶ ἐλαττούμενον καλεῖται. Μιλιαρίσιον καὶ χρυσοῦν καὶ ἥμισυ τοῦ ἀργυρίου ἄγει ὀγκίας ιʹ. Νόμισμα λιτρῶν ρκεʹ. Νόμισμα ἄλλο γραμμάτων γʹ. Νουμμὸν [γρ. Νοῦμμον]. Νουμᾶς τις βασιλεὺς Ῥωμαίων ἐποίησε, καὶ πρὸς τὸ ὄνομα αὐτοῦ ἐκλήθη. Ὀβολὸς ὁ οὐκ ἐξ ἀργυρίου, ἀλλὰ ἀπὸ σιδήρου πεποιημένος ἄγει γράμματα γʹ. Ὀβολὸς ὁ ἐξ ἀργυρίον ἄγει