1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

1

Fragmenta in epistulam ii ad Corinthios 2 Kor 1,1-2

Πάντας τοὺς ἐν τῇ Ἀχαΐᾳ προσαγορεύει· μέρος γὰρ τῆς Ἀχαΐας ἡ Κόρινθος.

προσφωνεῖ δὲ τὴν ἐπιστολὴν ὡς ὑπ' αὐτοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου γραφεῖσαν, καίτοι οὐκ ἀεὶ τοῦτο ποιῶν· τοῦτο δὲ οἴομαι αὐτὸν ποιεῖν, ὅταν γράφῃ ἐκκλησίᾳ γνωριζούσῃ κατὰ πρόσωπον αὐτόν τε καὶ τοὺς παραλαμβανομένους ἐν τῇ συντάξει. εἰσὶ δὲ οἱ περὶ τῶν οὕτως ἐχόντων λέγοντες, ὅτι εἴ ποτε γράφοντος αὐτοῦ ὑπέβαλον νοήματά τινες τῶν συνόντων, καὶ τούτων τὰ ὀνόματα προέταττεν, δεικνὺς ὅτι καὶ αὐτοὶ συνεβάλοντο τῇ γραφῇ· ἐπράττετο δὲ τοῦτο διὰ πολλὴν ἀτυφίαν. εἰ δὲ ὑγιῶς ἔχει τὸν ἐξ ἁγίου πνεύματος γράφοντα δεῖσθαι τῆς πρὸς ἕτερον συλλήψεως, ἐπίστησον· ὅμως δὲ εἰ καὶ ἐκ τριῶν ἐστιν ἡ ἐπιστολή, ἀλλά γε αὐτὸς μόνος ἀπόστολος Χριστοῦ διὰ θελήματος θεοῦ σημαίνεται τῶν σὺν αὐτῷ προσφωνούντων μαθητῶν ὄντων ἀποστόλων. Τὸ σὺν τοῖς ἁγίοις πᾶσιν ἀμφιβόλως λέγεται· ἤτοι γὰρ σὺν ἡμῖν πάντες οἱ ἅγιοι προσαγορεύουσιν ὑμᾶς, ἢ σὺν ὑμῖν πάντας τοὺς ἁγίους προσαγορεύομεν. οὐκ ἀγνοητέον ἔν τισιν ἀντιγράφοις φέρεσθαι, ὡς ὑπὸ Παύλου καὶ Τιμοθέου μόνον κεχάρακται τὸ προκείμενον γράμμα. Ἐπεύχονται οἱ γράφοντες χάριν καὶ εἰρήνην ὑπαρχθῆναι Κορινθίοις ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ, τῆς αὐτῆς δηλονότι ἐκ πατρὸς καὶ υἱοῦ διδομένης δωρεᾶς· ὡς γὰρ τὰ ἔργα ἃ ποιεῖ ὁ πατήρ, ταῦτα ὁ υἱὸς ὁμοίως ὑφίστησιν, οὕτως ἃ δίδωσιν ὁ πατὴρ χαρίσματα, ὁ υἱὸς δωρεῖται· μία γὰρ χάρις καὶ εἰρήνη μία πρὸς τῆς τριάδος δίδοται. καὶ τοῦτο δὲ λεκτέον, πατέρα ἑαυτῶν τὸν θεὸν εἰρηκότες οὐκέτι ἀδελφὸν ἀλλὰ κύριον ἑαυτῶν τὸν σωτῆρά φασιν, δεικνύντες ὅτι κἂν υἱοὶ θεοῦ γένωνται οἱ γενητοί, οὐδὲν ἧττον δοῦλοι μένουσι τοῦ κυρίου Ἰησοῦ δημιουργοῦ αὐτῶν τυγχάνοντος· μόνος γὰρ αὐτὸς ἀληθείᾳ καὶ οὐ θέσει υἱὸς ὢν θεοῦ δεσπότης ἐστὶ τῶν υἱοποιουμένων. 15 2 Kor 1,3 Εὐλογητὸν τὸν θεόν φασιν οἱ θεῖοι λόγοι, οὐ τῷ εὐλογίαν δεδέχθαι ἀλλὰ τῷ παρέχειν αὐτήν· ὡς γὰρ ἅγιος καὶ ἀγαθὸς μόνος αὐτός, ἁγιάζων καὶ ἀγαθοὺς ποιῶν, καὶ οὐ γινόμενος ταῦτα ἅπερ ἑτέρους ποιεῖ, οὕτω μόνος εὐλογητός ἐστιν, εὐλογίαν παρέχων ἀλλ' οὐ δεχόμενος. οὗτος ὁ εὐλογητὸς θεὸς θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ ὑπάρχει, θεὸς μὲν διὰ τὴν οἰκονομίαν, πατὴρ δὲ διὰ τὸ λόγον καὶ μονογενῆ υἱὸν ὑπάρχειν. Πατὴρ οἰκτιρμῶν ἐστι κατ' οὐσίαν, πηγὴ αὐτῶν τυγχάνων· οὐ γὰρ ἐξ ἀναλήψεως ἀρετῆς εὑρίσκεται τοιοῦτος οἷοί εἰσιν οἱ γινόμενοι οἰκτίρμονες. ὡς ὁ πατὴρ οὐράνιος, οἰκτίρμων ἐστίν· ὁ γὰρ τῶν οἰκτιρμῶν πατὴρ μεταδίδουσι τοῖς σπεύδουσι μιμεῖσθαι αὐτόν, οὐκ εἶναι ἀλλὰ γίνεσθαι οἰκτίρμοσιν. πρὸς τούτοις καὶ πάσης παρακλήσεως, ἐμπαθείας καὶ χάριτος ὢν θεός. αὕτη ἐστὶν ἐν ᾗ καὶ δι' ἧς παρακαλοῦνται πάντες οἱ ὑπὲρ ἀληθείας μᾶλλον δὲ εὐσεβείας θλιβόμενοι· οὕτω γὰρ καὶ τοὺς ἄλλους θλιβομένους ὄντας αὐτῶν ὑποδεεστέρους διδάξουσι παρακαλεῖσθαι ὑπὸ τῶν θλιβόντων.

2 Kor 1,6 Θλίβεσθαί φασιν οἱ διδάσκαλοι ὑπὲρ προκοπῆς καὶ σωτηρίας τῶν πεπαιδευμένων, ἵν' ὑπομονὴν ἔχοντες τελείαν βεβαιωθῶσιν, ἐλπίζοντες τυχεῖν ἐπαξίων ἀμοιβῶν δοθησομένων τοῖς ὑπὲρ ἀληθείας ἀγωνιζομένοις ἀποστόλοις καὶ τοῖς τούτων ἀκροαταῖς. 2 Kor 1,7-10 Ἐπείπερ κοινωνίαν εἶχον τῶν παθημάτων ἐφ' οἷς ἡ παράκλησις, δηλοῖ αὐτοῖς τὴν ὑπάρξασαν θλίψιν οὖσαν μεγάλην ἐν τῇ Ἀσίᾳ ἐκ διαβολῆς καὶ συκοφαντίας ∆ημητρίου· καὶ εἰκότως γε, ἐπείπερ εἶπεν πάσχειν ὑπὲρ τῆς ἐκείνων παρακλήσεως καὶ σωτηρίας, ὅπως κτήσωνται ὑπομονὴν τὴν ἐν τοῖς αὐτοῖς παθήμασιν ἐνεργουμένην, φανεροῖ αὐτοῖς ὡς ὑπὲρ δύναμιν διωγμὸν καὶ θλίψιν ὑπέμεινεν αὐτός τε καὶ οἱ σὺν αὐτῷ, ὡς μικροῦ δεῖν ἐξαπορηθῆναι, τοῦτ'