Catechesis ad illuminandos 2 (exemplar alterum)

 τοῦ Θεοῦ ἐγεννήθης· καὶ μετ' ὀλίγα· Ἐγεννήθης ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἄχρις οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Οὐκ ἔξωθεν ἐπεισηνέχθη· ἐγέννησας τὸ κα

 ἀλλ' οὐχ ἁπλῶς· Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ἀλλὰ, τοῖς γινώσκουσί με. Ἔστι καὶ ἐπὶ ἀνδρῶν σωτηρία καὶ ἐπὶ γυναικῶν. Ιʹ. Κἂν ὁλόκληρος λαὸς ἁμάρτῃ,

 Μονονουχὶ ἡμεροῖ τὸ διάπυρον τοῦ προφήτου συγκαταβῆναι· Οὐκ ἐπάξω γὰρ, φησὶ, τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ. Καὶ μετὰ τὴν ἄφεσιν οὐκ ἀπέστη τῆς πονη

 τὸν ναὸν ἐνέπρησε. Πόσων ἦν τιμωριῶν ἄξιος, ἐπὶ τῷ ἀνελεῖν βασιλέας, ἐπὶ τῷ ἐμπρῆσαι τὰ ἅγια, ἐπὶ τῷ τὸν λαὸν αἰχμαλωτῆσαι, ἐπὶ τῷ τὰ ἱερὰ σκεύη ναοῖς

Catechesis ad illuminandos 2 (exemplar alterum)

ΚΑΤΗΧΗΣΙΣ Βʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις, Περὶ μετανοίας, καὶ ἀφέσεως ἁμαρτιῶν· καὶ περὶ Ἀντικειμένου· καὶ ἀνάγνωσις ἐκ τοῦ

προφήτου Ἰεζεκιήλ· Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς ἐπιστρέψαι καὶ ζῇν αὐτὸν, καὶ τὰ ἑξῆς.

Αʹ. ∆εινὸν ἡ ἁμαρτία, καὶ νόσος χαλεπωτάτη τῆς ψυχῆς ἡ παρανομία· ὑποτέμνουσα μὲν τὰ νεῦρα ταύτης, καὶ πυρὸς αἰωνίου γιγνομένη παραίτιος· κακὸν αὐτεξούσιον· καὶ ὅτι αὐτοπροαιρέτως ἁμαρτάνομεν, λέγει που σαφῶς ὁ προφήτης· Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; Ἡ φυτεία καλὴ, ἧς ὁ καρπὸς ἐκ προαιρέσεως κακός· καὶ διὰ τοῦτο ὁ φυτουργὸς μὲν ἀναίτιος, ἡ δὲ ἄμπελος κατακαυθήσεται πυρί· ἐπειδὴ εἰς ἀγαθὸν ἐφυτεύθη, καὶ εἰς κακὸν ἐκαρποφόρησεν· Ἐποίησε γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον εὐθῆ, κατὰ τὸν Ἐκκλησιαστὴν, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς· καὶ ὁ Ἀπόστολος δέ φησιν· Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ τοῖς ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Ὁ μὲν οὖν Κτίστης, ἀγαθὸς ὢν, ἐπὶ ἀγαθοῖς ἔκτισεν· τὰ δὲ καλῶς κτισθέντα ὑπ' αὐτοῦ, εἰς πονηρίαν ἐτράπη αὐτοπροαιρέτως. ∆εινὸν ἡ ἁμαρτία, ἀλλ' οὐκ ἀθεράπευτον· δεινὸν τῷ κατέχοντι, εὐίατον τῷ πιστεύοντι. Ὑπόθου μοι κατέχειν ἐν χειρί τινα τὸ πῦρ· ἕως κατέχῃ, φλέγει ὁ ἄνθραξ· ἀπόθου τὸν ἄνθρακα, συναπέθου τὸ φλέγον. Εἰ δέ τις νομίζει μὴ κατακαίεσθαι ἁμαρτάνων, τούτῳ λέγει ἡ Γραφή· Ἀποθήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἰμάτια οὐ κατακαύσει; Καὶ ἡ ἁμαρτία τὰ νεῦρα τῆς ψυχῆς ὑποτέμνεται, συντρίβει τὰ ὀστᾶ τῆς διανοίας, ἐπικαλύπτει τὸ φωτεινὸν τῆς ψυχῆς. Βʹ. Ἀλλ' ἐρεῖ τις· Τί ποτέ ἐστιν ἡ ἁμαρτία; ζῶόν ἐστιν; ἄγγελός ἐστιν; δαίμων ἐστί; τί ἐστι τὸ ἐνεργοῦν; Οὐκ ἔστιν ἐχθρὸς ἔξωθεν ἐπεισαγόμενος, 33.412 ἀλλὰ βλάστημα κακὸν αὐξάνον ἀπὸ σοῦ. Ὀρθὰ βλέπε τοῖς ὄμμασι σου, καὶ οὐκ ἔστιν ἐπιθυμία. Κάτεχε τὰ σὰ, καὶ μὴ αἶρε τὰ ἀλλότρια· καὶ ἁρπαγὴ κεκοίμηται. Μνημόνευε τῆς κρίσεως, καὶ οὔτε πορνεία, οὔτε μοιχεία, οὔτε φόνος ἰσχύει παρὰ σοί· ὅταν δὲ ἐπιλάθῃ τοῦ Θεοῦ, τότε λοιπὸν ἄρχῃ πηγάζειν πηγὰς κακῶν. Γʹ. Οὐ μόνον δὲ τούτου σὺ ἀρχηγὸς εἶ, ἀλλὰ καὶ ἄλλος ὑποβολεὺς ἀρχηγὸς, ὁ διάβολος. Ὑποβάλλει πᾶσιν ἐκεῖνος, ἀλλ' οὐκ ἐπικρατεῖ τῶν μὴ πειθομένων. ∆ιὰ τοῦτο λέγει ὁ Ἐκκλησιαστής· Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς. Ἀπόκλεισον τὴν θύραν, καὶ μάκρυνον ἀπὸ σοῦ, καὶ οὐ βλάψει σε. Ἐὰν δὲ δέξῃ τὸ σπέρμα τῆς ἐπιθυμίας, αὔξει διὰ τῶν λογισμῶν, ῥίζας βάλλει, ἐκδεσμεῖ σου τὴν διάνοιαν, εἰς βόθρον σε φέρει κακῶν. Ἀλλὰ πολλάκις λέγεις· Πιστός εἰμι, καὶ οὐ περιγίνεταί μου δαίμων. Καὶ πέτραν ἔῤῥηξεν πολλάκις ῥίζα εὑρεθεῖσα. Μὴ δέξαι τὸν σπόρον, ἐπεὶ διαῤῥήσσει τὴν πίστιν· πρὶν ἀνθήσῃ, προῤῥίζον ἔξελε τὸ κακόν· μὴ ῥᾳθυμήσας ἐξ ἀρχῆς, πέλυκας ὕστερον καὶ πῦρ πολυπραγμονῇς. Ἀρχόμενος ὀφθαλμιᾷν θεραπεύου κατὰ καιρὸν μικρὸν, ἵνα μὴ τυφλωθήσῃ, καὶ τότε ζητήσῃς τὸν ἰατρόν. ∆ʹ. Ἀρχηγὸς μὲν οὖν ἁμαρτίας ὁ διάβολος, γεννήτωρ τῶν κακῶν. Τοῦτο δὲ Ἰησοῦς εἶπεν ὁ Κύριος, οὐκ ἐγώ· αὐτὸς εἶπεν περὶ αὐτοῦ· Ὅτι ἀπ' ἀρχῆς ὁ διάβολος ἁμαρτάνει· πρὸ αὐτοῦ ἥμαρτεν οὐδείς. Ἥμαρτεν, οὐκ ἐκ φύσεως τὸ ἁμαρτάνειν λαβὼν, ἐπεὶ ἀνατρέχει ἡ ἁμαρτία εἰς τὸν κατασκευάσαντα· ἀλλ' ἀγαθὸς κατασκευασθεὶς, διάβολος γέγονεν, ἐκ τῆς πράξεως λαβὼν τὴν προσηγορίαν. Ἀρχάγγελος ὢν, διάβολος ἐκλήθη ἀπὸ τοῦ διαβάλλειν ἀγαθὸς ὢν Θεοῦ ὑπηρέτης, γέγονεν Σατανᾶς· ὁ γὰρ Σατανᾶς τὸν διάβολον ἑρμηνεύει. Οὐκ ἐμὰ ταῦτα τὰ διδάγματα, ἀλλὰ ὠφελήθημεν παρὰ Ἰεζεκιήλ. Ἐκεῖνος λαβὼν θρήνους ἐπ' αὐτὸν, λέγει· Σὺ ἀποσφράγισμα ὁμοιώματος, ἐν τῷ παραδείσῳ