1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

1

Responsiones ad Tiberium diaconum sociosque suos

576 Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Υἱὸς κατὰ μὲν τὴν ἀξίαν τῆς θεότητος συνῆν τῷ Πατρὶ, καὶ ὅτε γέγονεν ἄνθρωπος καὶ ἦν ἐπὶ γῆς, καθ' ὑπόστασιν δὲ, οὐκ

ἔτι. 577 ΕΠΙΛΥΣΙΣ. Μανθάνω τινὰς εἰκῇ καὶ ἀπερισκέπτως καὶ ἐπὶ τοῖς οὕτω μεγάλοις καὶ ἀναγκαίοις πράγμασιν φλυαρεῖν εἰωθότας, φάναι τι τοιοῦτον, ὡς ὁ Μονογενὴς τοῦ Θεοῦ Υἱὸς κατὰ μὲν τὴν τῆς θεότητος καὶ οὐσίας ἀξίαν συνῆν τῷ Θεῷ καὶ Πατρὶ, ἡνίκα ἐπὶ τῆς γῆς ἐχρημάτιζε καὶ τοῖς ἀνθρώποις συνανεστρέφετο, ὡς ὁμοούσιος ὢν αὐτῷ· κατὰ δὲ τὸν τῆς ὑποστάσεως λόγον οὐκ ἔτι. κεκένωτο γὰρ πᾶσα, ὡς αὐτοί φασιν, ἡ υἱοτικὴ ὑπόστασις ἐκ τε τῶν οὐρανῶν καὶ αὐτῶν τῶν πατρικῶν κόλπων. οὐ γὰρ συναπτέον ὑπόστασιν ὑποστάσει, οὔτε τὰς ἐν μιᾷ οὐσίᾳ ὑπαρχούσας. ἐγὼ δὲ τὸ προπετὲς τῆς ἀμαθίας τῶν ταῦτα πεφρονηκότων θαυμάσας, δεῖν ᾠήθην ἀναγκαίως ἐκεῖνο εἰπεῖν, ὅτι πεπόσωται παρ' αὐτοῖς ἡ οὐσία τοῦ Θεοῦ, καὶ καταληπτὴν αὐτὴν εἶναί φασι καὶ πεπερατωμένην, καὶ οὐκ ἔτι μὲν ἀπεριόριστον οὐδὲ ἀκατάληπτον, ἄλλ' ἤδη καὶ τόποις χωρητὴν καὶ διαστήμασι περιληπτὴν, ἁρμόζει δὲ ταῦτα τοῖς τῶν σωμάτων λόγοις. οὐκοῦν καὶ σῶμα, πάντως δέ που καὶ ἐν εἴδει, καὶ οὐ δίχα σώματος· ἕπεται γὰρ τὰ τοιάδε τοῖς σώμασιν. εἶτα πῶς ὁ Σωτήρ "Πνεῦμά φησιν ὁ Θεός;" πνεῦμα γὰρ εἶναί φησιν αὐτὸν ἵν' ἔξω σωματικῆς φαντασίας ἀγάγῃ τὴν ὑπερφυᾶ καὶ ἀπόῤῥητον φύσιν. ἆρ' οὐκ ἄν τις εἴποι δικαίως τοῖς τὰ τοιάδε τεθρυληκόσιν, ἢ καὶ τολμῶσι φρονεῖν "Ἐδικαιώθη 578 "Σόδομα ἐκ σοῦ;" εὐσεβέστερον γὰρ οἱ παρ' Ἕλλησι δοξάζουσι σοφοὶ τὸ θεῖον ἀσώματον καὶ ἀνείδεον, ἄποσόν τε καὶ ἀμερὲς, καὶ ἀσχημάτιστον εἶναι διαβεβαιούμενοι, καὶ πανταχῇ μὲν ὑπάρχειν, ἀπολιμπάνεσθαι δὲ οὐδενός. πῶς δὲ κἀκεῖνο διέλαθεν αὐτούς; εἰ γὰρ ὁμοούσιος ὢν ὁ Υἱὸς τῷ Πατρὶ, κεκένωκε τῆς αὐτοῦ παρουσίας τὸν οὐρανὸν, ὅτε γέγονεν ἄνθρωπος, καὶ συνανεστρέφετο τοῖς ἐπὶ τῆς γῆς, ἄραρεν ὅτι κενὴ καὶ ἡ γῆ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἦν, ὅτι μὴ αὐτὸς γέγονεν ἄνθρωπος, μήτε μὴν ἀνθρώποις συνανεστρέφετο, ἀλλ' ἵνα τι κατὰ τὴν αὐτῶν ἀσυνεσίαν εἴπω, μεμένηκεν ἐν τοῖς οὐρανοῖς. πῶς οὖν ἔφασκεν ὁ Σωτὴρ, ὅτι "̔Ο Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός;" πῶς δὲ διὰ τοῦ προφήτου φησί "Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν "ἐγὼ πληρῶ, λέγει Κύριος;" καὶ πάλιν "Θεὸς ἐγγίζων "ἐγὼ εἰμὶ, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν;" πάντα γὰρ ἐγγὺς ἔχει, τὰ πάντα πληρῶν ὁμοῦ τῷ Πατρὶ ὁ ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένος Χριστός. καὶ γοῦν ὁ προφήτης ∆αυείδ "Ποῦ πορευθῶ, φησὶν, ἀπὸ τοῦ πνεύματός σου, "καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;" οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐρανοὺς ἢ γῆν εὑρεῖν δύνασθαί ποτε κενοὺς τῆς ἀῤῥήτου θεότητος. πληροῖ γὰρ ὡς ἔφην τὰ πάντα ἡ θεία τε καὶ ὁμοούσιος Τριάς. μεμνήμεθα δὲ ὅτι καὶ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος τοῖς ἁγίοις ἀποστόλοις ἔφασκε "Συμ"φέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω, ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παρά"κλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς." ἐπειδὴ δὲ πεπόρευται, 579 τὴν ἰδίαν ὑπόσχεσιν ἀποπληρῶν, ἔπεμψεν ἡμῖν ἐξ οὐρανοῦ τὸν παράκλητον, τουτέστι, τὸ Πνεῦμα. ἔστι δὲ ὁμοούσιον τῷ Πατρὶ καὶ Υἱῷ. ἆρ' οὖν ὅτε καταπεφοίτηκεν εἰς γῆν ὁ παράκλητος, ἵνα ἡμᾶς ἁγιάσῃ τὸ Πνεῦμα, οὐκ ἦν ἐν τοῖς οὐρανοῖς; Ἀλλ' ἐκεῖνο φάναι πρέποι ἂν, ὅτι ἁγιάσαν ἡμᾶς ἀνέβη πάλιν εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἔστι μεθ' ἡμῶν, καίτοι γέγραπται "Ὅτι πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην." ἀλλὰ καὶ αὐτὸς ἔφη Χριστὸς μέλλων ἀναβαίνειν πρὸς τὸν Πατέρα "Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς