Fragmenta homiliae quod unus est Christus Ἐκ τοῦ αὐτοῦ λόγου ὅτι εἷς ὁ Χριστός.

 τοῦ Θεοῦ γέγονεν ὑπὸ νόμον; εἶτα τί τὸ λυποῦν εἰπέ μοι κἂν εἰ τοῦτο λέγοιτο παθεῖν; εἰ γὰρ πιστεύομεν ὅτι γέγονε σὰρξ τουτέστιν ἄνθρωπος ὁ καθ' ἡμᾶς γ

Fragmenta homiliae quod unus est Christus Ἐκ τοῦ αὐτοῦ λόγου ὅτι εἷς ὁ Χριστός.

Οἱ διαιροῦντες εἰς υἱοὺς δύο τὸν ἕνα Χριστὸν, ὥσπερ εἰς λήθην ἥκουσι τῶν τοῦ μακαρίου Παύλου φωνῶν· γράφει γὰρ ἐναργῶς, ποτὲ μὲν ὅτι "ἡμῖν εἷς Θεὸς ὁ πατὴρ, ἐξ οὗ "τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς Κύριος Ἰησοῦς Χρι"στὸς, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ," καὶ πάλιν "Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα·" εἰ δὲ ἦσαν υἱοὶ δύο κατά τινας, ἔφη ἄν ∆ύο κύριοι, δύο πίστεις, δύο βαπτίσματα· ἕνα δὲ λέγων καὶ μίαν πίστιν καὶ ἓν βάπτισμα, ἐκείνων ἀπαιδευσίαν καταψηφίζεται. εἰ γὰρ δύο κατ' αὐτούς εἰσι, τίνα κύριον εἴπομεν, τίνι τὴν πίστιν ὁμολογοῦμεν, εἰς τὸ τίνος ὄνομα βαπτιζόμεθα; Ἐκ τοῦ αὐτοῦ λόγου.

Ἴδωμεν πρῶτον τί φησιν ὁ μακάριος ∆ανιὴλ, καὶ τὴν ὅρασιν αὐτοῦ τὴν φρικωδεστάτην φέρε πολυπραγμονήσωμεν ἀναγκαίως, πρῶτον μὲν τεθεᾶσθαι παλαιὸν ἡμερῶν καθήμενον ἐπὶ θρόνου καὶ χιλιάδας λειτουργούσας αὐτῷ, καὶ μυριάδας περιεστώτας αὐτοῦ τὸν θρόνον· εἶτά φησιν " ̓Εθεώρουν ἐν "ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ "ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμε"ρῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη καὶ αὐτῷ "ἐδόθη ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πᾶσαι φυλαὶ γλῶσσαι "αὐτῷ δουλεύουσιν." ἰδοὺ δὴ σαφῶς ὡς υἱὸς ἀνθρώπου μετὰ τῶν νεφελῶν ἔρχεται καὶ μέχρι τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. καὶ τί τοῦτό ἐστι δοκιμάσωμεν ἀκριβῶς. ἆρα γὰρ τόπῳ περιληπτὸς ὁ τῶν ὅλων Θεὸς οὗ πάντα μεστά; οὐ 456 πιστεύομεν λέγοντι "Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ "λέγει Κύριος;" ποῦ τοίνυν ἔφθασεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν; κατὰ τὴν δόξαν δηλονότι τὴν θεοπρεπῆ καὶ κατά γε τὴν κατὰ πάντων ὑπεροχήν· συνεδρεύει γὰρ τῷ Πατρὶ καί ἐστιν ὁμόθρονος αὐτῷ· οὐχ ὅτε μόνον γυμνὸς ἦν ὁ Λόγος καὶ ἄσαρκος ἔτι, ἀλλὰ καὶ ὅτε γέγονεν ἄνθρωπος. ὅρα τοίνυν καὶ ἐν ἀνθρωπότητι Θεὸν ὄντα τὸν Υἱόν· οὐ γὰρ ἂν ἐδόθη αὐτῷ ἡ τῆς θεότητος τιμὴ καὶ ἡ κατὰ πάντων βασιλεία ἀλλ' οὐδ' ἂν ἐδούλευσαν αὐτῷ φυλαὶ καὶ γλῶσσαι εἰ μὴ Θεὸς ἀληθῶς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶν, εἷς καὶ μόνος ὢν Υἱὸς καὶ ὅτε πέφηνεν ἄνθρωπος. δέχου δὲ καὶ ἐπὶ τούτῳ πληροφορίαν· ἔφη μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ διὰ τῆς τοῦ προφητοῦ φωνῆς "Τὴν δόξαν "μου ἑτέρῳ οὐ δώσω," εἶτά φησιν "Ος γὰρ ἂν ἐπαισχυνθῇ "με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου "ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ "τῶν ἁγίων ἀγγέλων." ἆρα οὖν οὐ μέγα καὶ θαυμαστὸν ἐπαγγέλλεται, εἰ ἐν δόξῃ θεότητος υἱὸς ἀνθρώπου, ἐν ὑπερτάταις ὑπεροχαῖς ὁ ἐκ γυναικὸς κατὰ σάρκα, καὶ ἰδίους ἔχων τοὺς ἀγγέλους ὁ ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς γεγονώς; οὐρανὸς ὅλος, ἀρχαὶ, δυνάμεις, ἐξουσίαι, θρόνοι, κυριότητες δορυφοροῦσιν ἄνθρωπον· ὡς Κριτῇ τῶν ὅλων παρεστήκασι λειτουργοῦντες αὐτῷ. καὶ μάρτυς ὁ πάνσοφος Παῦλος γεγραφὼς ἑβραίοις περὶ αὐτοῦ "Οταν γὰρ εἰσαγάγῃ τὸν πρωτότοκον 457 "εἰς τὴν οἰκουμένην λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ "πάντες ἄγγελοι Θεοῦ." πότε οὖν γέγονεν ὁ Μονογενὴς πρωτότοκος; ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς καὶ κεχρημάτικε μεθ' ἡμῶν υἱὸς ἀνθρώπου. ἀλλ' εἴπερ ᾔδεσαν οὐκ ὄντα Θεὸν αἱ ἄνω δυνάμεις οὐδὲ φύσει καὶ ἀληθῶς Υἱὸν τὸν ἐκ σπέρματος ∆αυεὶδ κατὰ σάρκα, πῶς ἂν ἠνέσχοντο προσκυνεῖν αὐτῷ; οὐκοῦν ὃν προσκυνοῦσιν ἄγγελοι, μὴ ἀτιμάσῃς αὐτὸς, ἕτερον εἶναι λέγων υἱὸν κατὰ μόνας καὶ ἰδικῶς· πίστευε δὲ μᾶλλον ὡς εἷς καὶ μόνος ἐστὶν Ἰησοῦς Χριστὸς ὁ αὐτὸς ἐκ Πατρὸς θεϊκῶς κατὰ τὴν ἄφραστον γέννησιν, καὶ ἐκ γυναικὸς κατὰ σάρκα διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν.

Τοῦ αὐτοῦ ἐκ τῆς ὁμιλίας τῆς ὅτι εἷς Κύριος Ἰησοῦς Χριστός. Πρὸς δὴ τὰ τοιαῦτα φαῖεν ἂν ἴσως οἱ φιλονεικεῖν ἐθέλοντες Οὐκοῦν ὁ φύσει καὶ ἀληθῶς Υἱὸς