Fragmenta ex libro iii contra Theodorum Mopsuestenum

Fragmenta ex libro iii contra Theodorum Mopsuestenum

ΤΟΥ ΑΥΤΟΥ ΚΥΡΙΛΛΟΥ Ἐκ τοῦ πρὸς τὰ Θεοδώρου ἐπισκόπου Μοψουεστίας τρίτου λόγου Οὗ ἡ ἁρχή Φορτικοὶ μὲν γὰρ ἴσως οἱ πρὸς

ἡμῶν εἰσι λόγοι. αʹ.

ΑΚΟΥΕ τοίνυν καὶ πρὸς ἡμῶν Σύνες ἄνθρωπε τοῦ μυστηρίου τὸ βάθος, εὐθὺ τοῦ σκοποῦ τῶν ἱερῶν ἴθι γραμμάτων. ἕτερον μὲν γάρ τι καὶ ἕτερον θεότης τε καὶ σὰρξ ἤγουν ἀνθρωπότης, τό γε ἧκον εἰς τοὺς ἐνόντας τοῖς ἀμφοῖν ἰδιώμασι λόγους. ἐπεὶ πῶς γέγονε καθ' ἡμᾶς, καίτοι μεμηνηκὼς ὅπερ ἦν, Θεὸς ὢν ὁ Λόγος; πλὴν ἀπόδος αὐτῷ καθ' ἕνωσιν ἀδιάσπαστον τὴν σάρκα αὐτοῦ, μὴ ἀπογυμνώσῃς αὐτὸν τοῦ καταπετάσματος· οὕτω γὰρ ἕνα προσκυνήσεις Υἱὸν, ὁμοούσιον μὲν τῷ Πατρὶ θεϊκῶς, ὁμοούσιον δὲ καὶ ἡμῖν τὸν αὐτὸν ἀνθρωπίνως. τοῖς οὕτω φρονεῖν ᾑρημένοις ἀναστρέψει Χριστὸς τοῦ καθ' ἑαυτὸν μυστηρίου τὴν γνῶσιν.

βʹ. Ἦν γὰρ ἡ ἀνθρώπου φύσις ἡ ἐν Χριστῷ τιμωμένη τε καὶ ἁγιαζομένη· ὅτι γὰρ τό γε ἧκον εἰς τὸ εἶναι, οὔτ' ἂν ἐδεήθη βαπτίσματος, οὔτε μὴν τοῦ Ἁγίου Πνεύματος μετασχεῖν, μάλιστα μὲν ἀρκέσει πρὸς πληροφορίαν τὸ αὐτὸν εἶναι τοῦ Πνεύματος χορηγόν.