Fragmenta ex libro contra Diodorum Tarsensem

Fragmenta ex libro contra Diodorum Tarsensem

Κυρίλλου ἐν ὁμιλίᾳ ἐπιγεγραμμένῃ εἰς τὸ Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ· περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν. Ἀλλ' ὅταν καὶ τοῦτο λέγῃ, οὐ πάντως ἑαυτὸν σημαίνει· οὔτε γὰρ προσέθηκεν ἀκριβῶς Οὐδὲ ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλ' ἀπολελυμένως Οὐδὲ ὁ υἱός φησιν· ἵνα τοιοῦτόν τι νοῇς· ἐσπούδαζον κατὰ ἀκρίβειαν πάντα μανθάνειν οἱ μαθηταὶ, καὶ ἐπεχείρουν ἵνα οὕτως εἴπω καὶ αὐτὰ περιεργάζεσθαι τὰ βάθη τοῦ Κυρίου. ἀλλ' ἦν τὸ πρᾶγμα λίαν ὑπὲρ αὐτούς. ἵνα τοίνυν μὴ ἀπαγορεύσας τὴν ἐξήγησιν ὡς ἠβούλοντο μαθεῖν, δόξῃ πως λυπεῖν τοὺς γνησιεύοντας, ἐπεσκιασμένως φησί "Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ "οἱ ἄγγελοι, οὐδὲ ὁ υἱὸς, εἰ μὴ ὁ πατήρ·" ἵνα νοῇς οὕτως· εἰ καὶ κέκληται πρὸς υἱοθεσίαν ὁ ἄνθρωπος καὶ υἱὸς ἀνεδείχθη νέος, ἀλλὰ μὴ ζητείτω τὰ ὑπὲρ φύσιν, μηδὲ ἀξιούτω μαθεῖν ἅπερ μηδὲ τοῖς ἀγγέλοις ἀπεκάλυψεν ὁ Πατήρ· εἰ δὲ ἄγγελος οὐκ οἶδεν, οὐδὲ ἄνθρωπος εἴσεται κἂν εἰ κέκληται πρὸς υἱοθεσίαν.