Fragmenta de translatione reliquiarum martyrum Cyri et Joannis ORATIUNCULAE TRES IN TRANSLATIONE RELIQUIARUM SS.

 ἀδελφούς· οἶδεν γὰρ ὅτι ταῦτα καταπεφρονηκότες μεγάλην εὑρίσκουσιν καὶ λαμπρὰν τὴν ἀντιμισθίαν· ἵνα δὲ καί τι πρὸς τούτοις ἕτερον εἴπω, γνωρίζων ὅσην

Fragmenta de translatione reliquiarum martyrum Cyri et Joannis ORATIUNCULAE TRES IN TRANSLATIONE RELIQUIARUM SS.

MARTYRUM CYRI ET JOANNIS.

Αʹ. Ἐπίφη βʹ τοῦ Μακαρίου Κυρίλλου προσφώνησις τοῖς Ταβεννησιώταις μοναχοῖς τοῖς ἐν τῷ Κανώβῳ ἐν τῇ Μετανοίᾳ καλουμένῃ, περὶ τῶν ἁγίων μαρτύρων Κύρου καὶ Ἰωάννου. Ἀνδρεία καὶ ὑπομονὴ, καλὴ καὶ εὐειδεστάτη δυὰς ἀρετῶν, καὶ τοῖς ἁγίοις μάλιστα πρεπωδεστάτη· οἷς ὁ μακάριος προσεφώνει ∆αβὶδ, Ἀνδρίζου, καὶ κρα 77.1101 ταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον· ὁ δὲ τοῦ Σωτῆρος μαθητής· Ὑπομονῆς ἔχετε χρείαν, ἵνα, τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομιεῖσθε τὴν ἐπαγγελίαν. Χρὴ γὰρ ἡμᾶς ὡς ἐν ἀρχῇ γενέσθαι τῶν ἀγαθῶν, καὶ τὸ τέλος ἐπιζητεῖν, ἵνα καὶ βασιλείαν οὐρανῶν κληρονομήσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Βʹ. Ἐπίφη ζʹ· Τοῦ αὐτοῦ ἐξήγησις πρώτη εἰς τοὺς ἁγίους μάρτυρας Κῦρον καὶ Ἰωάννην τοὺς κειμένους ἐνταῦθα, δι' ὧν σημαίνει ὁ Πατὴρ καὶ τὸ τίμιον αὐτῶν πάθος, καὶ τὴν ἐνταῦθα κατάθεσιν τῶν ἁγίων αὐτῶν λειψάνων. Ἐῤῥήθη δὲ ἡ παροῦσα ἐξήγησις πρώτη ἐν τῇ Μετανοίᾳ, ἤτοι ἐν τῇ τῶν Ἁγίων Ἀποστόλων. Οὐκ ὀκνηροὶ γεγόναμεν περὶ τὸν συνήθη λόγον, ἀλλ' ὡς εἴρηκεν ὁ Σωτὴρ, τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Πιστεύομεν δὲ ὅτι διὰ τὰς ὑμῶν εὐχὰς ἐλέῳ Θεοῦ ῥαΐσει τὸ πάθος. Ὃ δὲ καὶ ἐβουλευσάμεθα καὶ πεπράχαμεν ὑπὲρ τοῦ χρησίμου, πάλιν εἰπεῖν ὑμῖν ἀναγκαῖον συνείδομεν. Ὅτι τὰ μέρη ταῦτα ἔχρῃζεν ἰατρῶν θεραπευόντων διὰ Θεοῦ. Ἵνα τοίνυν πάντας ὠφελήσωμεν τοὺς τόπους, καὶ μάλιστα τοὺς περικειμένους τῇ τῶν Ἁγίων Εὐαγγελιστῶν ἐκκλησίᾳ, ἀπῄεισαν γὰρ οὐκ ἔχοντες μαρτύριον εἰς ἑτέρους τινὰς τόπους, καὶ Χριστιανοὶ ὄντες ἐσφάλλοντο, διὰ τοῦτο ἀναγκαίως ἐζητήσαμεν ἁγίων μαρτύρων λείψανα. Εὕρομεν τοίνυν, καὶ μεμαθήκαμεν ἀκριβῶς, ὅτι κατὰ τὸν καιρὸν καθ' ὃν μεμαρτυρήκασιν αἱ ἅγιαι παρθένοι, ὧν τὴν θείαν πηγὴν ἔχομεν ἐν τοῖς τοῦ ἁγίου εὐαγγελιστοῦ Μάρκου, δύο τινὲς, ὧν ὁ μὲν εἷς μονάζων ἦν ἀσκητὴς, καὶ ἕτερος στρατιώτης, παρῆσαν αὐτὰς παροτρύνοντες καὶ ἐπαλείφοντες αὐτὰς πρὸς τὸν ἀγῶνα τῆς ἀθλήσεως· ὥστε μετὰ γενναίου φρονήματος ὑπὲρ τοῦ Σωτῆρος ἡμῶν ὑποστῆναι κίνδυνον· κέκληνται δὲ καὶ αὐτοὶ σὺν ἐκείναις εἰς τὸ μαρτύριον· καὶ εἰσῆλθον γενναίως καὶ μεμαρτυρήκασιν ὑπὲρ Χριστοῦ, καὶ τεθείκασιν δι' αὐτὸν τὰς ἰδίας ψυχάς. Ἦν οὖν ὁμοῦ τὰ λείψανα τῶν ἁγίων μαρτύρων ἐν ἑνὶ τόπῳ κείμενα· ἐπεὶ δὲ ἀδιάκριτα ἦν τὰ λείψανα, οὐ γὰρ ἦν διεγνωσμένα σαφῶς τίς μὲν οὗτος, τίς δὲ ἐκεῖνος, ἀναγκαίως ἀμφότερα συλλαβόντες μετηγάγομεν καὶ τεθείκαμεν ἐν τῇ τῶν Εὐαγγελιστῶν ἐκκλησίᾳ, ποιήσαντες τὸ σύνηθες, ὡς μαρτυροῦσιν, μνημεῖον. Συναγώμεθα 77.1104 τοίνυν, ἐθέλοντος τοῦ Χριστοῦ, αὔριον ὁμοῦ, καὶ τοὺς ἁγίους τιμῶντες εὐαγγελιστὰς καὶ τοὺς μακαρίους μάρτυρας· καλοῦνται δὲ Κῦρος καὶ Ἰωάννης.

Γʹ. Ἐπίφη ηʹ, τοῦ αὐτοῦ ἐξήγησις ἑτέρα ἐν τῇ ἐκκλησίᾳ τῶν εὐαγγελιστῶν, ἔνθα καὶ κατέθηκεν ἐν μνημείῳ τὰ λείψανα τῶν ἁγίων μαρτύρων Κύρου καὶ Ἰωάννου, πρὸ δύο σημείων κατὰ ἀνατολὰς τοῦ Κανώβου, πλησίον τῆς Μενούθεος. Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοὶ, καὶ στραφεὶς εἶπεν αὐτοῖς· Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής· ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου εἶναι μαθητής. Θερμοὺς ἡμᾶς εἰς εὐλάβειαν οἱ τοῦ Σωτῆρος ἀπαιτοῦσιν λόγοι· καὶ τοὺς ἀγαπᾷν θέλοντας αὐτὸν, οὐδὲν ἡγεῖσθαι ἄμεινον αὐτοῦ ἀναπείθουσιν, οὐ φιλοστοργίαν σωμάτων, οὐκ ἀγάπησιν εἰς πατέρας, οὐκ αἰδὼ τὴν εἰς μητέρας καὶ