Adversus eos qui negant offerendum esse pro defunctis

 ἐν τῇ ὥρᾳ ἐκείνῃ. Καὶ ἐπιφέρει καί φησιν Ἄθρει δή μοι κἀν τούτῳ τῷ (σιξ) διὰ τῆς ἑτέρου πίστεως τὸν οὐ παρόντα σωζόμενον. τί τοίνυν ἡμῖν ἀνοσίως τὴν

Adversus eos qui negant offerendum esse pro defunctis

Τὰ ὅμοια δὲ τούτοις καὶ Κύριλλος ὁ σοφώτατος καὶ τῆς Ἀλεξανδρέων πόλεως ἐπίσκοπος διδάσκει ἐν τῷ ἐπιγεγραμμένῳ λόγῳ αὐτοῦ Πρὸς τοὺς τολμῶντας λέγειν, μὴ δεῖν ὑπὲρ τῶν ἐν πίστει κεκοιμημένων προσφέρειν οὗ ἡ ἀρχή 541 Οἱ τῆς ἑαυτῶν διανοίας τὸν ὀφθαλμὸν ἀπευθύνοντες· φησὶ γὰρ οὕτως· Λέγομεν τοίνυν ἀνεξικάκως αὐτοῖς Φρονήσατε περὶ τοῦ Κυρίου, παύσασθε τοῖς τῆς ἀληθείας δόγμασι τὴν οὕτω 542 θρασεῖαν καὶ ψευδηγόρον ἀντεξάγοντες γλῶτταν· παύσασθε τοῖς τῆς Ἐκκλησίας ἔθεσιν ἐπιτιμῶντες ἀβούλως. μὴ γὰρ δὴ χρῆναί φασιν, ἐπ' αὐτῶν ἡμᾶς ἱέντας τῶν μνημάτων, τὰς ὑπέρ γε τῶν κεκοιμημένων ποιεῖσθαι λιτὰς, προσκομίζειν τε καὶ μεγάλα ἐμφρόνως οἱονεὶ παρόντι Χριστῷ διὰ τῆς ἁγίας καὶ μυστικῆς θυσίας. Καὶ μετ' ὀλίγα.

Τί γοῦν ἐστι τὸ ἄτοπον καὶ σωματικῶς παρόντα Χριστὸν τὰς ὑπὲρ τῶν ἐν πίστει κεκοιμημένων δέχεσθαι λιτάς; εἰ μὲν γάρ ἐστιν ἀνωφελὲς καὶ εἰκαῖον ὄντως, ἢ καὶ ἀκαλλὲς ἑτέρως τὸ προσφορᾶς αὐτοὺς ἀξιοῦσθαι τῆς παρ' ἡμῶν, μηδὲ ἐν ἁπλαῖς τοῦτο γινέσθω προσευχαῖς· τότε δὴ τότε καθαριζέτω τις, εἰ βούλοιτο, τῆς ἐπ' αὐτοῖς τελουμένης θυσίας τὸ περιττόν· εἰ δὲ τὸν τῆς ἀγάπης καταθρασύνεται νόμον τὸ δι' οὐδενὸς τοὺς ἐκείνων λόγους, καὶ τό γε ποιεῖσθαι εἰς ἅπαν ἐᾶν καταπνίγεσθαι, λίθους σκληροὺς καὶ ἀφιλοικτίρμονας, ἀναμφιλόγως ἀποδεικνύουσιν τί τὸ κωλύον ἐστὶ ταῖς ὑπὲρ αὐτῶν προσευχαῖς συνανακομίζεσθαι τὴν θυσίαν, καὶ τοὺς τοῦτο δρᾶν ᾑρημένους ταῖς προσφερομέναις ἐπικουρίαις τὰς ἐκείνων ψυχὰς ὠφελεῖν ἐπείγεσθαι· Καὶ πάλιν· Ὅταν τοίνυν προσφέρομεν τῷ Θεῷ τὰς ὑπὲρ τῶν κατοιχομένων θυσίας καὶ προσευχὰς, αἰτιάσθω μηδείς· εἰς τρόπον εὐχῆς τὸ πανάριστον ἐπ' αὐτοῖς ποιεῖσθαι σπουδάζομεν, δι' οὗ γένοιτ' ἂν 543 ἑτοιμότερος εἰς τὸ ἐλεεῖν ὁ Πατὴρ, καταργεῖται δὲ καὶ αὐτὸς ὁ θάνατος.

Καὶ πάλιν· Ὅταν γὰρ κἂν εἰ τῶν ἀπὸ γῆς σωμάτων ἔξω γεγόνασιν αἱ τῶν τεθνεώτων ψυχαὶ, ἀλλ' ἐν ζῶσιν ἔτι λογίζονται παρὰ τῷ Θεῷ, τίς ὁ φάναι παραιτούμενος Καὶ μετ' ὀλίγα. Ἐννοιῶν ἄρα σοφῶν τε καὶ ἀγαθῶν οὐ μετρίως ἡμαρτηκότας κατίδοι τις ἂν τοὺς ἀποστερεῖν ἐθέλοντας τοὺς κεκοιμημένους καὶ θυσίας τῆς μυστικῆς καὶ τῆς ἄνωθεν ἡμερότητος. ζῶσι γὰρ ὡς ἔφην, τό γε ἐν εἰκόνι Θεοῦ οἱ ὅσον οὐδέπω ζήσειν μέλλοντες, καὶ αὐτῷ δὲ συνόντες Χριστῷ. Καὶ μετ' ὀλίγα, τὴν τοῦ ἰὼβ ὑπὲρ τῶν τέκνων παραθέμενος θυσίαν, φησὶ γὰρ ὅτι " ̓Απέστελλεν ἰὼβ καὶ ἐκαθάριζεν "αὐτοὺς ἀνιστάμενος τῷ πρωῒ καὶ προσφέρων ὑπὲρ αὐτῶν "θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶν," καὶ ἐπιφέρει λέγων Οὐκοῦν οὐκ ἀπόβλητον παρὰ Θεῷ τὸ θύειν ὑπὲρ ἑτέρων, οὐδὲ δρᾶν ἐφίησιν ἀνεγκλήτως· ἐπαινεῖ γοῦν, ὡς οὐχ ὑπάρχον ἀνωφελές. εἶτα πάλιν τὴν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ περὶ τοῦ παραλύτου καὶ τῶν χαλασάντων αὐτὸν διὰ τῶν 544 κεράμων ἐξηγησάμενος ἱστορίαν τε καὶ θαυματουργίαν ἐπιφέρει καί φησιν Οὐκ ἀθαύμαστον ἠφίει ὁ Χριστὸς τῶν προσκομισάντων τὴν πίστιν. ὁ δὲ τῶν πόνων ἐπλούτει τὴν λύσιν, καὶ τὸ ἑτερογνήσιον εἰς φιλοθεΐαν εὐμενῆ καὶ φίλον αὐτῷ κατεστήσατο τὸν ἐλευθεροῦντα Χριστὸν πλημμελημάτων τε ὁμοῦ καὶ ἀῤῥωστημάτων.

Καὶ αὖθις περὶ τοῦ ἑκατοντάρχου μνημονεύσας τοῦ ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ λέγοντος "Κύριε ὁ παῖς μου βέβληται παραλυτικὸς ἐν "τῇ οἰκίᾳ δεινῶς βασανιζόμενος· καὶ λέγει αὐτῷ Ἐγὼ ἐλθὼν "θεραπεύσω αὐτὸν, καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη Κύριε "οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσελθῇς· ἀλλ' "εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. ἀκούσας δὲ, φησὶν, " ̓Ιησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν Ἀμὴν λέγω "ὑμῖν, παρ' οὐδενὶ τοσαύτην πίστιν εὗρον ἐν τῷ Ἰσραήλ." εἶτα πρὸς αὐτόν "Υπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. "καὶ ἰάθη ὁ παῖς