Ad episcopos qui sunt in Libya et Pentapoli ΤΟΥ ΑΥΤΟΥ ΤΟΙΣ ΚΑΤΑ ΛΙΒΥΗΝ ΚΑΙ ΠΕΝΤΑΠΟΛΙΝ ΕΠΙΣΚΟΠΟΙΣ ∆

Ad episcopos qui sunt in Libya et Pentapoli ΤΟΥ ΑΥΤΟΥ ΤΟΙΣ ΚΑΤΑ ΛΙΒΥΗΝ ΚΑΙ ΠΕΝΤΑΠΟΛΙΝ ΕΠΙΣΚΟΠΟΙΣ ∆

[Προοίμιον]

Παντὸς τοῦ χρησίμου καὶ ἀναγκαίου πρὸς οἰκοδομὴν τῶν λαῶν, τελοῦντος

δὲ καὶ εἰς ὑπόληψιν τῶν ἁγίων ἐκκλησιῶν, φροντίδα ποιεῖσθαι χρή· γέγραπται γάρ, ὅτι εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ. Μοναστηρίων τοίνυν πατέρες τῶν κατὰ τὴν Θηβαίων ἐπαρχίαν, ἄνδρες εὐλαβεῖς καὶ 282 οὐκ ἀθαύμαστον ἔχοντες πολιτείαν , ἐλθόντες ἐν Ἀλεξανδρείᾳ, ἐρωτώμενοί τε παρ' ἐμοῦ τὴν κατάστασιν τῶν αὐτόσε μοναστηρίων, ἐδίδασκον ὅτι σκανδαλίζονται πολλοὶ διὰ τοιαύτην αἰτίαν.

(α) Περὶ τοῦ ἀνεξετάστως μὴ χειροτονεῖν. Νεωστὶ γεγαμηκότες τινὲς καὶ οἷον ἐξ αὐτῶν καταβάντες τῶν νυμφώνων, συναρπάζουσί τινας τῶν θεοφιλεστάτων ἐπισκόπων, καὶ οὐδενὸς τάχα που τὰ κατ' αὐτοὺς ἀπαγγέλλοντος, χειροτονοῦνται κληρικοί, ἢ γοῦν πρεσβύτεροι.

(β) Περὶ τῶν ἐκ μοναστηρίων ἐξερχομένων καὶ χειροτονουμένων. Ἕτεροι δέ τινες ἐξ αὐτῶν τῶν μοναστηρίων ὡς ἄτακτοι ἐκβαλλόμενοι, πάλιν ὑποτρέχουσι τὰς χειροτονίας, καὶ γενόμενοι κληρικοὶ εἰσέρχονται καὶ ἐν αὐτοῖς τοῖς μοναστηρίοις, ὅθεν ἐκβέβληνται, καὶ βούλονται προσφέρειν καὶ ὅσα κληρικοῖς ἔθος πληροῦν· καὶ ταῦτα δρᾶν, ὡς καί τινας τῶν εἰδότων αὐτοὺς παραιτεῖ 283 σθαι καὶ τὰς συνάξεις καὶ μὴ ἀνέχεσθαι κοινωνεῖν λειτουργούντων ἐκείνων.

(γ) Περὶ τοῦ πῶς καὶ πότε δεῖ χειροτονεῖν καὶ τίνα δεῖ ἐξετάζειν. Ἐπειδὴ τοίνυν πρὸς οἰκοδομήν, ὡς ἔφην, τῶν λαῶν πάντα χρὴ πράττεσθαι παρ' ἡμῶν, ἐπιτηρείτω ταῦτα ἡ θεοσέβεια ὑμῶν· καὶ εἰ μέλλοι τις χειροτονεῖσθαι κληρικός, περιεργαζέσθω τὸν βίον αὐτοῦ, καὶ πότερόν ποτε γαμετὴν ἔχει ἢ οὔ, καὶ πῶς ἢ πότε ἠγάγετο, καὶ εἰ ἀπέσχετο· καὶ εἰ μή τίς ἐστι τῶν ἐκβεβλημένων ἢ παρ' ἑτέρου θεοσεβεστάτου ἐπισκόπου ἢ ἐκ μοναστηρίων· καὶ τότε χειροτονείτω, ἀδιάβλητον εὑρεθέντα.

Τηρήσομεν γὰρ οὕτω καθαρὸν καὶ τὸ ἑαυτῶν συνειδὸς καὶ ἀδιάβλητον τὴν ἱερὰν καὶ σεπτὴν λειτουργίαν. Ε Περὶ τῶν κατηχουμένων καὶ μετανοούντων, εἰ τοῦ τέλους ἐγγίζοιεν. Ἐὰν δὲ χωρισμὸν ὑπομείνωσί τινες ἐπιτιμηθέντες πταισμάτων ἕνεκα, 284 εἶτα μέλλωσι τελευτᾶν, κατηχούμενοι ὄντες, βαπτιζέσθωσαν, καὶ μὴ ἀποδημείτωσαν τῶν ἀνθρωπίνων ἀμέτοχοι τῆς χάριτος, ἤγουν ἀκοινώνητοι· δοκεῖ γὰρ προσέχειν καὶ τοῦτο τοῖς τῆς ἐκκλησίας θεσμοῖς. Προσείπατε τὴν παρ' ὑμῖν ἀδελφότητα· ὑμᾶς ἡ σὺν ἡμῖν ἐν κυρίῳ προσαγορεύει.