Ad Optimum episcopum EPISTOLA LXXX.AD OPTIMUM EPISCOPUM.In illa verba: Omnis qui

 ὀφειλόντων μάλιστα ζημιοῦσθαι, ὧν ἕνεκα εἵλοντο πονηρεύεσθαι. Ἐκδικούμενα δὲ εἴ τῳ παρὰ τῷ Καῒν λέγοις, εὑρήσεις ἐπτά· εἰ τὰ παρὰ τοῦ κριτοῦ ἐπ' αὐτῷ

 μεμαθήκαμεν, ὅτε οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον.

Ad Optimum episcopum EPISTOLA LXXX.AD OPTIMUM EPISCOPUM.In illa verba: "Omnis qui

occiderit Cain, septuplum punietur."

77.365 Καὶ ἄλλως ἡδέως ὁρῶν τοὺς ἀγαθοὺς παῖδας, διά τε τὸ ὑπὲρ τὴν ἡλικίαν τῶν

ἠθῶν εὐσταθὲς, καὶ διὰ τὸ πρὸς τὴν σὴν εὐλάβειαν οἰκεῖον, ἀφ' οὗ τι καὶ μέγα προσδοκᾷν ἔστιν ἐπ' αὐτοῖς. Ἐπειδὴ μετὰ γραμμάτων σῶν εἶδον αὐτοὺς προσιόντας μοι, ἐδιπλασίασα τὸ ἐπ' αὐτοῖς φίλτρον. Ὅτε δὲ ἀνέγνων τὴν ἐπιστολὴν, καὶ ἴδον ἐν αὐτῇ ὁμοῦ μὲν τὸ περὶ τὰς Ἐκκλησίας προνοητικὸν τῆς διαθέσεως, ὁμοῦ δὲ περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐπιμελὲς, ηὐχαρίστησα τῷ Κυρίῳ, καὶ ἐπηυξάμην τὰ ἀγαθὰ τοῖς τὰ τοιαῦτα ἡμῖν διακομίσασι γράμματα, καὶ πρό γε αὐτῶν τῷ γράψαντι ἡμῖν. Ἐπεζήτησας τὸ πολυθρύλλητον ἐκεῖνο, καὶ παρὰ πᾶσιν ἄνω καὶ κάτω περιφερόμενον ῥητὸν, τίνα τὴν λύσιν ἔχει τὸ, Ὁ πᾶς ἀποκτείνας Καΐν, ἑπτὰ ἐκδικούμενα παραλύσει; ∆ιὰ δὲ τούτου τέως 77.368 μὲν αὐτὸς ἑαυτὸν συνέστησας, τὸ Τιμοθέου, ὥσπερ ἔδωκεν Παῦλος αὐτῷ, ἀκριβῶς φυλάσσοντα· δῆλος γὰρ εἶ προσέχων τῇ ἀναγνώσει.

Ἔπειτα καὶ ἡμᾶς τοὺς γέροντας νεναρκηκότας ἤδη καὶ τῷ χρόνῳ, καὶ τῇ ἀσθενείᾳ τοῦ σώματος, καὶ τῷ πλήθει τῶν θλίψεων (αἱ πολλαὶ τοίνυν περὶ ἡμᾶς κινηθεῖσαι ἐβάρησαν ἡμῶν τὴν ζωὴν), ὅμως διανέστησας, καὶ ζέων τῷ πνεύματι κατεψυγμένους ἡμᾶς, ὡς τὰ φωλεύοντα τῶν ζώων εἰς ἐγρήγορσιν μετρίαν καὶ ζωτικὴν ἐνέργειαν ἐπανάγεις. Ἔστιν οὖν τὸ ῥητὸν, καὶ ἀπλῶς οὕτω νοηθῆναι δυνάμενον, καὶ ἀποίκιλον ἐπιδέξασθαι λόγον. Ἡ μὲν οὖν ἁπλουστέρα, καὶ παντὶ δυναμένη ἐκ τοῦ προχείρου παραστῆσαι διάνοια, αὕτη ἐστίν· ὅτι δεῖ τὸν Καῒν ἑπταπλασίωνα δοῦναι τὴν τιμωρίαν ὑπὲρ ὧν ἥμαρτεν. Οὐ γάρ ἐστι δικαιοκρίτου ἴσας πρὸς ἴσας ὁρίζειν ἀνταποδόσεις· ἀλλ' ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτῖσαι τὰ ὀφειλόμενα, ἢ μέλλει αὐτὸς βελτίων ταῖς τιμωρίαις γενέσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιῆσαι τῷ ὑποδείγματι. Οὐκοῦν ἐπειδὴ τέτακται ἑπτάκις ἀποπληρῶσαι τὴν δίκην τῶν ἡμαρτημένων τὸν Καΐν, παραλύσει, φησὶν, τούτῳ τῷ ὑπὸ τῆς θείας κρίσεως ἐπ' αὐτῷ δεδογμένον, ὁ ἀποκτείνας αὐτόν. Οὗτός ἐστιν ὁ νοῦς ὁ ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως ὑποπίπτων.

Ἐπειδὴ δὲ ἐρευνᾷν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέρων ἡ διάνοια, ἐπιζητεῖ τὸ δίκαιον, πῶς ἐν τῷ ἑπτάκις πληροῦται καὶ τὰ ἐκδικούμενα; πότερον τὰ ἁμαρτηθέντα ἑπτά ἐστιν, ἓν μὲν τὸ ἁμάρτημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις; Ἀεὶ μὲν οὖν ἡ Γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτιῶν ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. Ποσάκις, φησὶ, ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ (ὁ Πέτρος ἐστὶ λέγων τῷ Κυρίῳ); ἕως ἑπτάκις; Εἶτα ἀπόκρισις τοῦ Κυρίου· Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά· οὐ γὰρ ἐπ' ἄλλον ἀριθμὸν μετέβη ὁ Κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας, ἐν αὐτῷ τὸν ὅρον ἔθετο. Καὶ δι' ἑπτὰ ἐτῶν ὁ Ἑβραῖος ἀπελύετο τῆς δουλείας. Ἑπτὰ δὲ ἑβδομάδες ἐτῶν τὸ ὀνομαστὸν Ἰωβίλαιον ἐποίουν τοῖς πάλαι, ἐν ᾧ ἐσαββάτιζεν ἡ γῆ, χρεῶν δὲ ἦσαν ἀποκοπαὶ, καὶ δουλείας ἀπαλλαγὴ, καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος ἐν τῷ ἑβδοματικῷ ἀριθμῷ, τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου.

Ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου, ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνακυκλούμενος ἡμᾶς παρατρέχει· ἐν ᾧ γίνονται αἱ τῶν μετριωτέρων ἁμαρτημάτων ἐκτίσεις, κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ ∆εσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι ἡμᾶς εἰς κόλασιν. Τὸ μὲν οὖν ἑπτάκις, διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπ' αὐτῶν