Vita Oppiani

Vita Oppiani

Κωνσταντίνου τοῦ Μανασσῆ γένος ̓Οππιανοῦ διὰ στίχων πολιτικῶν ἐμμέτρων.

̓Οππιανὸς ὁ ποιητὴς Κίλιξ μὲν ην τὸ γένος ἐκ λαμτροτάτης πόλεως Ναζάρβου καλουμένης, τρισευδαιμόνων γεγονὼς περιφανῶν γονέων, ̓Αγησιλάου μὲν πατρὸς μητρὸς δὲ Ζηνοδότης, σοφίας οντος τοῦ πατρὸς εμπλεω καὶ παιδείας τῆς μείζονος καὶ μάλιστα καὶ τῆς ὑψηλοτέρας. ηκμαζε δ' ουν ἐν τοῖς καιροῖς τοῦ κράτορος Σεβήρου, Σεβήρου τοῦ γεννήσαντος τὸν Μάρκον ̓Αντωνῖνον. ουπερ ἐπιδημήσαντος τοῖς τῶν Κιλίκων οροις εθος γὰρ ην ἐπικρατοῦν τότε τοὺς μοναρχοῦντας, ἁπάσας περιέρχεσθαι τὰς ὑπ' αὐτοὺς συχνάκις, ιν' ἀνορθοῖντο παρ' αὐτῶν, αν ὑποσκάζωσί τι, καὶ συρρυέντος εἰς ταὐτὸ γένους παντὸς Κιλίκων πρὸς τὴν ἐκείνου προπομπήν, καὶ πάντων ὑπαντώντων, ὁ μέγας ̓Αγησίλαος ἐλέλειπτο καὶ μόνος· βίβλοις καὶ γὰρ ἐσχόλαζε νύκτωρ καὶ μεθ' ἡμέραν θηρώμενος τὰ κάλλιστα πάντων τῶν μαθημάτων, καὶ σκυλακεύων τὸν υἱὸν ἐς τὰς ὁμοίας θήρας. θυμοῦται τοίνυν ὁ κρατῶν, μετάπεμπτον ποιεῖται τὸν τῆς σοφίας ἐραστήνυβριν καὶ γὰρ ἡγεῖτο τὸ μὴ καὶ τοῦτον προπομπὸν ἐκείνου καθεστάναι, καὶ τίθησιν ἐξόριστον εἰς τὴν Μελίτην νῆσον, ην ἀμφικλύζει πέλαγος εὐρυχανδὲς ̓Αδρίου. ενθα συνὼν ̓Οππιανὸς αὐτῷ τριακοντούτης τὴν τῶν ἰχθύων εγραψεν αγραν τὴν ἐναλίαν, τὴν τῶν θηρίων μετ' αὐτήν, ειτα τὴν τῶν ὀρνέων σὺν αλλοις πλείοσι, λεπταῖς καὶ βραχυτμήτοις βίβλοις, ωνπερ κατεκαυχήσατο χρόνος ὁ πανδαμάτωρ, τούτων τῶν δύο τέλεον φεισάμενος καὶ μόνων τῶν εἰς τὰ κυνηγέσια καὶ πρὸς τὴν ἐναλίαν. ἐπεὶ δ' εἰς ̔Ρώμην ἀναχθείς, τὴν πρεσβυτέραν ̔Ρώμην, τῷ βασιλεῖ συνήντετο ̔Ρωμαίων ̓Αντωνίνῳ ὁ γὰρ Σεβῆρος ῳχετο γῆθεν λιπὼν τὸν βίον, καὶ βίβλους ἐνεχείρισεν αὐτῷ τὰς πονηθείσας, τοσαύτην τὴν ἀγάπησιν εσχε πρὸς βασιλέως, ὡς κελευσθῆναι ζήτησιν τὴν πρὸς θυμῶν ἐκφῆναι, ὁ δὲ ζητεῖ τὴν τοῦ πατρὸς καταγωγὴν ἐκ νήσου, κατευστοχεῖ τοῦ θελητοῦ, λαμβάνει τὸν γενέτην, ἀπαριθμεῖται καὶ χρυσὸς αὐτῷ πρὸς βασιλέως, ἑνὸς στατῆρος ωνιον ενα τιθέντος στίχον. καὶ ταῦτα μὲν ἐνταῦθά μοι στήτω τοῦ πρόσω δρόμου· τὰ γὰρ πολλὰ παρίημι μῆκος ἐκφεύγων λόγου, οτι τεθναίη σὺν πατρὶ στραφεὶς ἐν τῇ Ναζάρβῳ, λοιμώδους νόσου καὶ φθορᾶς τὴν πόλιν βοσκηθείσης, οτι θανόντος αγαλμα πολυτελὲς ὁ δῆμος εστησαν ἐπιγράψαντες επαινον ἐλεγείοις, οτι τυγχάνει προσφυῶς πᾶνυ τοι γνωματεύων, τὰ πράγματα δ' ὑπόψια δείκνυσι παραβάλλων, καὶ τελευταῖον ὡς πολὺ τὸ λεῖον ἐν τοῖς λόγοις, ο τοῦ σαφοῦς σκευαστικὸν οιά περ ανθος εχει, ἠδ' οιδε τὴν πυκνότητα τὴν τῶν ἐνθυμημάτων, ο δυσχερὲς τοῖς ῥήτορσι καὶ παντελῶς ἐργῶδες.