Fragmenta

 κατὰ Μᾶρκον ταύ την ἐσχηκέναι τὴν οἰκονομίαν. τοῦ Πέτρου δημοσίᾳ ἐν Ῥώμῃ κηρύ ξαντος τὸν λόγον καὶ πνεύματι τὸ εὐαγγέλιον ἐξειπόντος, τοὺς παρόν τας,

 II 9, 2f.Περὶ τούτου δ' ὁ Κλήμης τοῦ Ἰακώβου na+mlich des Sohnes des Zebeda+us) καὶ ἱστορίαν μνήμης ἀξίαν ἐν τῇ τῶν Ὑποτυπώσεων ἑβδόμῃ παρατίθεται, ὡς

 μὲν καὶ ὁ υἱὸς λόγος, ὁμωνύμως τῷ πατρικῷ λόγῳ, ἀλλ' οὐχ οὗτός ἐστιν ὁ σὰρξ γενόμενος. οὐδὲ μὴν ὁ πατρῷος λόγος, ἀλλὰ δύ ναμίς τις τοῦ θεοῦ, οἷον ἀπόρ

 τὸ σημαί νειν τὴν ἀλήθειαν. 34 Cat. zum Oktateuch Lev. 13, 22 bei Niceph. I Col. 1037. Ἀδήλου. Ὁ Κλήμης φησὶν εἰς τὸν ἐν τῷ πάσχα λόγον, ὅτι διά χυσις

 † PG 91, 276). Κλήμεντος τοῦ Στρωματέως ἐκ τοῦ Περὶ προνοίας λόγου. Θέλησίς ἐστι φυσικὴ δύναμις τοῦ κατὰ φύσιν ὄντος ὀρεκτική. θέλησίς ἐστι φυσικὴ ὄρε

 πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχήν, καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει ὥσπερ ἐν λιμένι τινὶ τῷ θείῳ φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης λαλιᾶς

 θελήματα τῇ γραφῇ φίλον καλεῖσθαί φασι. ὅθεν ἐρωτηθέντες ὑπό τινων τὴν ἔξω παίδευσιν γαύρων, πῶς γινώσκειν τὰ ὄντα τὸν θεὸν δοξάζουσιν οἱ Χριστιανοί,

 p. 1019f nach Grabe™ lateinisch bei Corderius, Cat. in S. Lc p. 92. Lemma Κλήμεντος.

 Anal. Sacra II p. XXIX. Lemma in CH und Coisl.Κλήμεντος Ἀλεξανδρείας,in RΚλήμεντος ἐπισκόπου Ἀλεξανδρείας. Ἐρεῖ τις· μηδὲν ζητῶμεν περὶ θεοῦ. φαίην δ'

Fragmenta

Oikumenios I p. 526 A ed. Morellus zu I Kor. 11, 10.

1Oikumenios I p. 526 A ed. Morellus zu I Kor. 11, 10. "∆ιὰ τοὺς ἀγγέλους."

ἀγγέλους φησὶ τοὺς δικαίους καὶ ἐναρέ τους. κατακαλυπτέσθω οὖν, ἵνα μὴ εἰς πορνείαν αὐτοὺς σκανδαλίσῃ· οἱ γὰρ ὄντως καὶ ἐν οὐρανοῖς ἄγγελοι καὶ κατακεκαλυμμένην αὐτὴν βλέπουσιν. Οὕτως ὁ Κλήμης ἐν τετάρτῳ Ὑποτυπώσεων. 2Oikumenios I p. 637 C ed. Morellus zu II Kor. 5, 16 † Cramer, Caten. V p. 385, 7-12. "Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν." Ὥσπερ ἡμῶν τὸ κατὰ σάρκα ἐστὶ τὸ ἐν ἁμαρτίαις καὶ τὸ ἔξω τούτων οὐ κατὰ σάρκα. οὕτω καὶ τοῦ Χριστοῦ τὸ κατὰ σάρκα τὸ εἴκειν τοῖς φυσικοῖς πάθεσι, τὸ μὴ εἴκειν δὲ οὐ κατὰ σάρκα· ἀλλ' ὥσπερ, φησίν, ἐκεῖνος ἀπηλλάγη, οὕτω καὶ ἡμεῖς οὐκέτι, φησίν, † εἶεν παθητὸν σαρκί. Οὕτως καὶ ὁ Κλήμης ἐν τετάρτῳ τῶν Ὑποτυπώσεων. 3 Oikumenios I p. 645 A B ed. Morellus zu II Kor. 6, 11 f † Cramer, Caten. V p. 391, 28-32."Ἡ καρδία ἡμῶν πεπλάτυνται" εἰς τὸ πάντα διδάξαι ὑμᾶς· ὑμεῖς δὲ "στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν", τουτέστιν ἐν τῇ πρὸς θεὸν ἀγάπῃ, ᾗ ἀγαπᾶν με ὀφείλετε. Οὕτως ὁ Κλήμης ἐν δ' Ὑποτυπώσεων. 4Euseb. H. E. I 12, 1f. Τῶν γε μὴν τοῦ σωτῆρος ἀποστόλων παντί τῳ σαφὴς ἐκ τῶν εὐαγγελίων ἡ πρόσρησις· τῶν δὲ ἑβδομήκοντα μαθητῶν κατάλογος μὲν οὐδεὶς οὐδαμῇ φέρεται, λέγεταί γε μὴν εἷς αὐτῶν Βαρνάβας γεγονέναι, οὗ διαφόρως μὲν καὶ αἱ Πράξεις τῶν ἀποστόλων ἐμνη μόνευσαν, οὐχ ἥκιστα δὲ καὶ Παῦλος Γαλάταις γράφων. τούτων δ' εἶναί φασι καὶ Σωσθένην τὸν ἅμα Παύλῳ Κορινθίοις ἐπιστείλαντα· ἡ δ' ἱστορία παρὰ Κλήμεντι κατὰ τὴν πέμπτην τῶν Ὑποτυπώσεων· ἐν ᾗ καὶ Κηφᾶν, περὶ οὗ φησιν ὁ Παῦλος "ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην", ἕνα φησὶ γεγονέναι τῶν ἑβδομήκοντα μαθητῶν, ὁμώνυμον Πέτρῳ τυγχάνοντα τῷ ἀπο στόλῳ.

5Maximus Confessor, Schol. in Dion. opp. II p. 119C ed. Corder, Paris 1644 PG 4, 225f.). Λέγει δὲ πρεσβυτέρους ἀγγέλους ὁ θεῖος Ἰωάννης ἐν τῇ Ἀποκαλύψει, καὶ ἑπτὰ εἶναι τοὺς πρώτους ἐν τῷ Τωβίᾳ ἀνέγνωμεν καὶ παρὰ Κλήμεντι βιβλίῳ εʹ τῶν Ὑποτυπώσεων. 6Johannes Moschos, Pratum spirituale Cap. 176 PG 87, 3045CD). Ναὶ ἀληθῶς ἐβαπτίσθησαν, καθὼς Κλήμης ὁ Στρωματεὺς ἐν τῷ πέμπτῳ τόμῳ τῶν Ὑποτυπώσεων μήμνηται. φησὶ γάρ, τὸ ἀποστο λικὸν ῥητὸν ἐξηγούμενος τὸ λέγον "εὐχαριστῶ, ὅτι οὐδένα ὑμῶν ἐβάπτισα"· ὁ Χριστὸς λέγεται Πέτρον μόνον βεβαπτικέναι, Πέτρος δὲ Ἀνδρέαν, Ἀνδρέας Ἰάκωβον καὶ Ἰωάννην, ἐκεῖνοι δὲ τοὺς λοιπούς. 7Oikumenios I p. 763 CD ed. Morellus zu Gal. 5, 24. "Οἳ δὲ τοῦ Χριστοῦ τὴν σάρκα." εἶτα, ἵνα μὴ λέγωσι καὶ τίς ταῦτα ποιεῖ; φησίν· οὗτοί εἰσιν οἱ ταῦτα ποιοῦντες, οἵτινες τὴν σάρκα τοῦ Χριστοῦ, τουτέστι τὸ οἰκεῖον σῶμα (σὰρξ γὰρ Χριστοῦ τὸ ἡμέτερον σῶμα) ἐσταύρωσαν καὶ οἷον ἐνέκρωσαν ἀπὸ τῶν σωμα τικῶν παθῶν, καὶ οὐ μόνον τὸ σῶμα, ὅσον ἧκεν εἰς τὰ πάθη, ἐσταύ ρωσαν, ἀλλὰ καὶ αὐτὰ τὰ πάθη, ὅσον ἧκεν εἰς τὸ ἐπιτελεῖσθαι, παρ' αὐτῶν ἐσταύρωνται. κατὰ ταύτην τὴν ἑρμηνείαν τὸ "δὲ" παρέλκει. ἢ οὕτως· καὶ τί λέγω, φησίν. ἓν καθ' ἓν ἀρετῆς εἶδος; εἰσὶ γάρ τινες. οἳ καὶ ἐσταύρωσαν ἑαυτούς, ὅσον πρὸς τὰ πάθη, καὶ τὰ πάθη, ὅσον πρὸς ἑαυτούς. κατὰ ταύτην τὴν ἑρμηνείαν οὐ παρέλκει τὸ "δέ". "οἱ δὲ τοῦ Χριστοῦ", τουτέστιν ὄντες, τὴν ἑαυτῶν σάρκα ἐσταύ ρωσαν.

Οὕτως ὁ Κλήμης ἐν πέμπτῳ Ὑποτυπώσεων. 8Euseb. H. E. VI 14, 5-7.Αὖθις δ' ἐν τοῖς αὐτοῖς ὁ Κλήμης βιβλίοις (den Hypotyposeis) περὶ τῆς τάξεως τῶν εὐαγγελίων παράδοσιν τῶν ἀνέκαθεν πρεσβυτέρων τέθειται, τοῦτον ἔχουσαν τὸν τρόπον. προγεγράφθαι ἔλεγεν τῶν εὐαγγελίων τὰ περιέχοντα τὰς γενεαλογίας, τὸ δὲ