1

 2

 3

 4

 5

 6

1

Prologus 8 (de fide)

ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΠΙΣΤΕΩΣ.

Θεοῦ τοῦ ἀγαθοῦ χάριτι τὸ ἐπίταγμα τῆς ὑμε τέρας εὐλαβείας καταμαθὼν ἄξιον τῆς ἐν Χριστῷ πρὸς τὸν Θεὸν ἀγάπης, ἐν ᾧ τῆς εὐσεβοῦς πίστεως ἔγγραφον ἐπεζητήσατε παρ' ἡμῶν ὁμολογίαν, τὰ μὲν πρῶτα ἐπαισθανόμενος τῆς ἑαυτοῦ ταπεινώσεως καὶ ἀσθενείας, ὤκνουν πρὸς τὴν ἀπόκρισιν· ὡς δὲ ἐμνημόνευσα τοῦ Ἀποστόλου εἰπόντος, Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ· καὶ πάλιν, Καρδίᾳ γὰρ πι στεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολο γεῖται εἰς σωτηρίαν· οὐκ ἀκίνδυνον ἡγησάμην τὸ ἀντειπεῖν μὲν ὑμῖν, σιωπῆσαι δὲ τὴν σωτήριον ὁμολογίαν, πεποίθησιν ἔχων διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεὸν, ὡς γέγραπται· Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' 31.677 ἑαυτῶν λογίσασθαί τι, ὡς ἐξ ἑαυτῶν· ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, τοῦ τότε μὲν ἐκείνους, νῦν δὲ καὶ ἡμᾶς, καὶ τοῦτο δι' ὑμᾶς, ἱκα νώσαντος γενέσθαι διακόνους Καινῆς ∆ιαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. ∆ιακόνου δὲ πιστοῦ ἴδιον ἴστε πάντως καὶ αὐτοὶ τὸ, ἅπερ ἂν εἰς τοὺς συνδούλους οἰκονομῆσαι παρὰ τοῦ ἀγαθοῦ ∆ε σπότου πιστευθῇ, ταῦτα διασῶσαι τούτοις ἀνοθεύ τως καὶ ἀκαπηλεύτως.

Ὥστε κἀγὼ, ἅπερ ἔμαθον ἐκ τῆς θεοπνεύστου Γραφῆς, ταῦτα ὑμῖν παραθέσθαι κατὰ τὸ ἀρέσκον Θεῷ, πρὸς τὸ κοινῇ συμφέρον ὀφειλέτης εἰμί. Εἰ γὰρ αὐτὸς ὁ Κύριος, ἐν ᾧ εὐδό κησεν ὁ Πατὴρ, Ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι, ὁ πᾶσαν μὲν τὴν ἐξουσίαν, πᾶσαν δὲ τὴν κρίσιν λα βὼν παρὰ τοῦ Πατρὸς, Ἐντολὴν ἔδωκέ μοι, φησὶ, τί εἴπω, καὶ τί λαλήσω· καὶ πάλιν· Ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέ μοι ὁ Πατὴρ, οὕτω λαλῶ· καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀφ' ἑαυτοῦ οὐ λαλεῖ, ἀλλ' ὅσα ἂν ἀκούσῃ παρ' αὐτοῦ, ταῦτα λαλεῖ· πόσῳ μᾶλλον ἡμῖν εὐσεβές τε ὁμοῦ καὶ ἀσφα λὲς τοῦτο φρονεῖν καὶ ποιεῖν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ἕως μὲν οὖν ἀγωνίζεσθαι πρὸς τὰς ἐπανισταμένας κατὰ καιρὸν αἱρέ σεις ἐχρῆν, ἑπόμενος τοῖς προειληφόσιν, ἀκόλουθον ἡγούμην τῇ διαφορᾷ τῆς ἐπισπειρομένης ὑπὸ τοῦ διαβόλου ἀσεβείας, ταῖς ἀντιθέτοις φωναῖς κω λύειν, ἢ καὶ ἀνατρέπειν τὰς ἐπαγομένας βλασφημίας, καὶ ἄλλοτε ἄλλαις, ὡς ἂν ἡ χρεία τῶν νοσούντων κατ ηνάγκασε, καὶ ταύταις πολλάκις ἀγράφοις μὲν, ὅμως δ' οὖν οὐκ ἀπεξενωμέναις τῆς κατὰ τὴν Γραφὴν εὐσε βοῦς διανοίας· τοῦ Ἀποστόλου πολλάκις καὶ Ἑλληνικοῖς ῥήμασι χρήσασθαι μὴ παραιτησαμένου πρὸς τὸν ἴδιον σκοπόν. Νῦν δὲ πρὸς τὸν κοινὸν ἡμῶν τε καὶ ὑμῶν σκοπὸν ἁρμόζον ἐλογισάμην ἐν ἁπλότητι τῆς ὑγιαινούσης πίστεως τὸ ἐπίταγμα τῆς ὑμετέρας ἐν Χριστῷ ἀγάπης πληρῶσαι, εἰπὼν ἃ ἐδιδάχθην παρὰ τῆς θεοπνεύστου Γραφῆς· φειδόμενος μὲν καὶ τῶν ὀνομάτων, καὶ ῥημάτων ἐκείνων, ἃ λέξεσι μὲν αὐταῖς οὐκ ἐμφέρεται τῇ θείᾳ Γραφῇ, διάνοιάν γε μὴν τὴν ἐκείνην ἐγκειμένην τῇ Γραφῇ διασώζει· ὅσα δὲ πρὸς τῷ ξένῳ τῆς λέξεως ἔτι καὶ τὸν νοῦν ξένον ἡμῖν ἐπεισάγει, καὶ ἃ οὐκ ἔστιν ὑπὸ τῶν ἁγίων κηρ υσσόμενα εὑρεῖν, ταῦτα ὡς ξένα καὶ ἀλλότρια τῆς εὐσεβοῦς πίστεως παντάπασι παραιτούμενος.

Πίστις μὲν οὖν ἐστι συγκατάθεσις ἀδιάκριτος τῶν ἀκουσθέν 31.680 των ἐν πληροφορίᾳ τῆς ἀληθείας τῶν κηρυχθέντων Θεοῦ χάριτι, ἥντινα ἐπεδείξατο μαρτυρηθεὶς Ἀβραὰμ, ὅτι Οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορη θεὶς ὅτι, ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆ σαι. Εἰ δὲ Πιστὸς μὲν ὁ Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, Πισταὶ δὲ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηρι γμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι, φανερὰ ἔκπτωσις πίστεως καὶ ὑπερηφανίας κατηγορία, ἢ ἀθετεῖν τι τῶν γε