1

 2

 3

1

Orationes sive exorcismi

ΕΥΧΑΙ ΗΤΟΙ ΕΞΟΡΚΙΣΜΟΙ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ ΠΡΟΣ ΤΟΥΣ ΠΑΣΧΟΝΤΑΣ ΥΠΟ ∆ΑΙΜΟΝΩΝ, ΚΑΙ ΕΚΑΣΤΗΝ ΑΣΘΕΝΕΙΑΝ.

Ὁ Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυρίων, ὁ τῶν πυρίνων ταγμάτων δημιουργὸς καὶ τῶν ἀΰλων δυνά μεων τεχνουργὸς, ὁ τῶν ἐπουρανίων καὶ τῶν ἐπι γείων τεχνίτης, "6ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ 31.1680 ἰδεῖν δύναται,"6 ὃν φοβεῖται καὶ τρέμει πᾶσα ἡ κτί σις, ὁ τὸν τραχηλιάσαντά ποτε ἀρχιστράτηγον καὶ τὴν τούτου λειτουργίαν παρακοῇ ἀθετήσαντα ῥήξας ἐπὶ τὴν γῆν, καὶ τοὺς συναποστάτας αὐτῷ ἀγγέλους δαίμονας γινομένους εἰς σκότωσιν βυθοῦ ταρταρώσας, δὸς τὸν ἀφορκισμὸν τοῦτον ἐπὶ τῷ φρικτῷ ὀνόματί σου τελούμενον φόβῳ γενέσθαι αὐτῷ προηγουμένῳ τῆς πονηρίας, καὶ πάσαις ταῖς φάλαγξιν αὐτοῦ ταῖς συνεκπεσούσαις αὐτῷ ἐκ τῆς ἄνω φωτοφορίας, καὶ τρέψον αὐτὸν εἰς φυγὴν, καὶ ἐπίταξον αὐτῷ καὶ τοῖς δαίμοσιν αὐτοῦ ἀναχωρῆσαι παντελῶς, ἵνα μή τι βλαβερὸν κατὰ τὴν ἐσφραγισμένην εἰκόνα ἐργάσηται· ἀλλὰ λαβέτωσαν ἰσχὺν οὗτοι οἱ ἐσφραγισμένοι κρα ταιότητος τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Σοῦ γὰρ ὑμνεῖ ται, καὶ μεγαλύνεται, καὶ παρὰ πάσης πνοῆς ἐν φόβῳ δοξάζεται τὸ πανάγιον ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. {1Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.}1 Τοῦ Κυρίου δεηθῶμεν. Ἐξορκίζω σε τὸν ἀρχέκακον τῆς βλασφημίας, τὸν ἀρχηγὸν τῆς ἀνταρσίας, καὶ αὐτουργὸν τῆς πονη ρίας. Ἐξορκίζω σε τὸν ἐκριφθέντα ἐκ τῆς ἄνω φω τοφορίας, καὶ σκότῳ βυθοῦ κατενεχθέντα διὰ τὴν ἔπαρσιν. Ἐξορκίζω σε καὶ πᾶσαν τὴν ἐκπεσοῦσαν δύναμιν τῆς σῆς ἀκόλουθον προαιρέσεως. Ὁρκίζω σε, πνεῦμα ἀκάθαρτον, κατὰ τοῦ Θεοῦ Σαβαὼθ, καὶ πάσης στρατιᾶς ἀγγέλων Θεοῦ, Ἀδωναῒ, Ἐλωῒ, Θεοῦ παντοκράτορος· ἔξελθε, καὶ ἐπαναχώρησον ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ τοῦδε. Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ πάντα λόγῳ κτίσαντος, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, τοῦ πρὸ τῶν αἰώνων ἀῤῥήτως καὶ ἀπαθῶς ἐξ αὐτοῦ γεννη θέντος, τοῦ τὴν ἀόρατον καὶ ὁρατὴν κτίσιν δημιουρ γήσαντος, τοῦ κατ' εἰκόνα ἰδίαν τὸν ἄνθρωπον πλα στουργήσαντος, τοῦ νόμῳ πρότερον φυσικῶς ταῦτα παιδαγωγήσαντος, καὶ ἀγγέλων ἐπιστασίᾳ φυλά ξαντος, τῷ ὕδατι τὴν ἁμαρτίαν κατακλύσαντος ἄνω θεν, καὶ τὰς ὑπ' οὐρανὸν ἀβύσσους ἀναστομώσαντος, καὶ γίγαντας ἀσεβήσαντας καταφθείραντος, καὶ πύρ γον τῶν βεβήλων κατασείσαντος, καὶ γῆν Σοδόμων καὶ Γομόῤῥων πυρὶ θείῳ τεφρώσαντος, οὗ μάρτυς καπνὸς ἀκοίμητος ἐξατμίζεται, τῇ ῥάβδῳ πέλαγος ῥήξαντος, καὶ λαὸν ἀβρόχοις ποσὶ περάσαντος, καὶ τύραννον Φαραὼ καὶ στρατὸν θεομάχον εἰς αἰῶνα τοῖς κύμασι καταλύσαντος τῆς ἀσεβείας πόλεμον, τοῦ ἐπ' ἐσχάτων ἐκ Παρθένου ἁγνῆς σαρκω θέντος ἀνεκλαλήτως καὶ σώας τὰς σφραγῖδας τῆς ἁγνείας φυλάξαντος, τοῦ πλῦναι βαπτίσματι τὸν παλαιὸν ἡμῶν ῥύπον εὐδοκήσαντος, ὃν ἡμεῖς διὰ τῆς παραβάσεως ἐπεσπασάμεθα.

Ἐξορκίζω σε κα τὰ τοῦ βαπτισθέντος ἐν Ἰορδάνῃ, καὶ τύπον ἡμῖν ἀφθαρσίας ἐν ὕδατι κατὰ χάριν παρεχόμενον, ὃν ἄγγελοι καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν κατ επλάγησαν, τὸν σαρκωθέντα Θεὸν βλέπουσαι μετριά σαντα, ὅτε ὁ ἄναρχος Πατὴρ τὴν ἄναρχον γέννησιν 31.1681 τοῦ Υἱοῦ ἀπεκάλυψε, καὶ τοῦ ἁγίου Πνεύματος ἡ κατάβασις τῆς Τριάδος τὴν ἕνωσιν ἐμαρτύρησεν. Ὁρκίζω σε κατ' ἐκείνου τοῦ ἄνεμον ἐπιτιμήσαντος, καὶ κλύδωνα θαλάσσης πραΰναντος, τὸ στῖφος δαι μόνων