1

 2

 3

1

In Barlaam martyrem

ΟΜΙΛΙΑ ΙΖʹ. Εἰς Βαρλαὰμ μάρτυρα.

Πρότερον μὲν τῶν ἁγίων οἱ θάνατοι κοπετοῖς ἐκοσμοῦντο καὶ δάκρυσιν· ἔκλαυσε σφοδρῶς Ἰωσὴφ τὸν Ἰακὼβ τεθνεῶτα, ἐκόψαντο καὶ τὴν Μωϋ σέως τελευτὴν οὐ μικρῶς Ἰουδαῖοι· πολλοῖς καὶ τὸν Σαμουὴλ τετιμήκασι δάκρυσι· νῦν δὲ ταῖς τῶν ὁσίων τελευταῖς ἐνσκιρτῶμεν. Ἡ γὰρ τῶν λυπηρῶν μετὰ τὸν σταυρὸν μεταβέβληται φύσις. Οὐκέτι θρήνοις τοὺς τῶν ἁγίων δορυφοροῦμεν θανάτους, ἀλλ' ἐνθέοις χορείαις τοῖς ἐκείνων ἐπορχούμεθα τάφοις. Ὕπνος γὰρ τοῖς δικαίοις ὁ θάνατος. Μᾶλλον δὲ πρὸς κρείττονα ζωὴν ἐκδημία. Ἐντεῦθεν σκιρτῶσι σφατ τόμενοι μάρτυρες. Ὁ γὰρ τῆς μακαριωτέρας ζωῆς πόθος τὴν τῆς σφαγῆς ὀδύνην νεκρὰν ἀπεργάζεται. Οὐ βλέπει τοὺς κινδύνους, ἀλλὰ τοὺς στεφάνους ὁ μάρτυς· οὐ φρίττει τὰς πληγὰς, ἀλλ' ἀριθμεῖ τὰ βραβεῖα· οὐχ ὁρᾷ τοὺς κάτω μαστιγοῦντας δημίους, ἀλλὰ τοὺς ἄνωθεν εὐφημοῦντας ἀγγέλους φαντάζεται· οὐ σκοπεῖ τῶν κινδύνων τὸ πρόσκαιρον, ἀλλὰ τὸ τῶν ἐπάθλων αἰώνιον. Λαμπρὸν καὶ παρ' ἡμῖν ἤδη τὸν ἀῤῥαβῶνα καρποῦνται, ταῖς παρὰ πάντων ἐνθέοις εὐφημίαις κροτούμενοι, καὶ μυρίους ἐκ τάφων σαγη νεύοντες δήμους. Τοῦτο δὴ τὸ τῷ γενναίῳ τήμερον Βαρλαὰμ πε πραγμένον. Ἤχησε γὰρ ἡ πολεμικὴ τοῦ μάρτυρος σάλπιγξ, καὶ τοὺς τῆς εὐσεβείας ὁπλίτας, ὡς ὁρᾶτε, συνήγαγεν. Ὁ τοῦ Χριστοῦ κείμενος ἀθλητὴς ἐκη ρύχθη, καὶ τὸ τῆς Ἐκκλησίας ἀνεπτέρωσε θέατρον. Καὶ ὡς ἔλεγε τῶν πιστῶν ὁ ∆εσπότης· Ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· τέθνη κεν ὁ γενναῖος Βαρλαὰμ, καὶ συγκροτεῖ πανηγύρεις· κατανάλωται τάφῳ, καὶ συγκαλεῖ πρὸς ἑστίασιν. Νῦν ἡμῖν ἀναβοῆσαι καιρός· Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Ἄγροικος ἡμῖν σήμερον ὁ ἀήττητος τῆς εὐσεβείας 31.485 διδάσκαλος, ὂν εἷλκε μὲν τύραννος ὡς εὐάλω τον θήραμα, ἔγνω δὲ μετὰ τὴν πεῖραν ὁπλίτην ἀχείρωτον· ὃν ἐγέλα μὲν παρακεκομμένα φθεγγό μενον, ἔφριξε δὲ ἀγγελικὰ νεανιευόμενον. Οὐ γὰρ συνεβαρβάριζεν ὁ τρόπος τῷ τῆς γλώττης ὀργάνῳ, οὐδὲ ταῖς συλλαβαῖς συγχωλεύων ὁ λογισμὸς ἑω ρᾶτο· ἀλλ' ἦν δεύτερος Παῦλος, μετὰ τοῦ Παύ λου φθεγγόμενος· Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Ἐνάρκησαν μαστίζοντες δή μιοι, ἀλλ' ἀκμαιότερος ὁ μάρτυς εὑρίσκετο· αἱ τῶν ξεόντων ἐξενευρίζοντο χεῖρες, ἀλλ' ὁ τοῦ ξεομένου λογισμὸς οὐκ ἐκάμπτετο. Τὰς τῶν νεύρων αἱ μάστι γες ἁρμονίας παρέλυσαν, ἀλλ' ὁ τῆς πίστεως ἀκρι βέστερον ἐπεσφίγγετο τόνος. ∆ιασκαπτόμεναι πλευ ραὶ δεδαπάνηντο, ἀλλ' ἡ τοῦ φρονήματος ἤνθει φιλοσοφία. Τῆς σαρκὸς αὐτοῦ τὸ πλέον νενέκρωτο, ἀλλ' ὡς μήπω τῶν ἀγώνων ἀρξάμενος ἤκμαζεν. Ὅταν γὰρ ὁ τῆς εὐσεβείας ἔρως τὴν ψυχὴν προ κατάσχῃ, ἅπαν αὐτῇ πολέμων καταγέλαστον εἶδος, καὶ πάντες αὐτὴν ὑπὲρ τοῦ ποθουμένου καταξέοντες τέρπουσι μᾶλλον ἢ πλήττουσι. Μαρτυρεῖ μοι τῶν ἀποστόλων ὁ πόθος, τερπνὰς αὐτοῖς ποτε τὰς παρὰ Ἰουδαίων ἐργαζόμενος μάστιγας. Ἐπορεύοντο γὰρ, φησὶ, χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησαν ἀτιμασθῆναι. Τοιοῦτος καὶ ὁ σήμερον ἡμῖν ὁπλίτης ὑμνούμενος· εὐφροσύνην τὰς κολάσεις ἡγούμενος, ῥόδοις τισὶ βάλλεσθαι νομίζων ταῖς μάστιξι· τὰς τῆς ἀσεβείας αἰκίας δραπετεύων ὡς βέλη, κα πνοῦ σκιὰν τὸν δικαστικὸν θυμὸν λογιζόμενος· τάγματα δορυφόρων ἀπηγριωμένα γελῶν· ὡς ἐπὶ στεφάνοις τοῖς κινδύνοις χορεύων· ταῖς πληγαῖς ὡς τιμαῖς εὐφραινόμενος· ταῖς σφοδροτέραις τιμωρίαις ὡς βραβείοις ἐνσκιρτῶν λαμπροτέροις· ξίφη δια πτύων