1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

1

Homilia in principium proverbiorum

ΟΜΙΛΙΑ ΙΒʹ. Εἰς τὴν ἀρχὴν τῶν Παροιμιῶν.

Ἀγαθὸς ὁ τῆς εὐπειθείας μισθός. Ὑπακούσωμεν τοίνυν χρηστῷ Πατρὶ,

προβάλλοντι ἡμῖν ἀγωνίσμα τα ἐκ τῶν λογίων τοῦ Πνεύματος· ὃς κατὰ τοὺς ἐμ πείρους τῶν θηρευτῶν ἐν δυσβάτοις χωρίοις, οἷον σκύλακός τινος, τὴν πεῖραν τοῦ δρόμου λαμβάνειν βούλεται. Προέβαλε δὲ ἡμῖν εἰς ἐξήγησιν τὸ προοί μιον τῶν Παροιμιῶν. Ὅπως δὲ δυσθήρατος τῆς λέ 31.388 ξεως ταύτης ὁ νοῦς, παντὶ γνώριμον τῷ καὶ μι κρὸν ἐπιστήσαντι. Πλὴν οὐκ ἀποκνητέον πρὸς τὴν ἐγχείρησιν, τὴν ἐλπίδα θεμένους ἐπὶ τὸν Κύριον, ὅς, διὰ τῶν προσευχῶν τοῦ ποιμένος, δώσει λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν. Τρεῖς τὰς πά σας ἔγνωμεν πραγματείας τοῦ σοφωτάτου Σολομῶν τος· τήν τε τῶν Παροιμιῶν τούτων, καὶ τὴν τοῦ Ἐκ κλησιαστοῦ, καὶ τὴν τοῦ Ἄσματος τῶν ᾀσμάτων· ἑκάστην πρὸς ἴδιον σκοπὸν συντεταγμένην· πᾶσαι μέντοι ἐπ' ὠφελείᾳ τῶν ἀνθρώπων ἐγράφησαν. Ἡ μὲν γὰρ Παροιμία παίδευσίς ἐστιν ἠθῶν, καὶ παθῶν ἐπανόρθωσις, καὶ ὅλως διδασκαλία βίου, πυκνὰς τὰς ὑποθήκας περιέχουσα τῶν πρακτέων· ὁ δὲ Ἐκ κλησιαστὴς φυσιολογίας ἅπτεται, καὶ ἀποκαλύπτει ἡμῖν τῶν ἐν τῷ κόσμῳ τούτῳ τὴν ματαιότητα· ὥστε μὴ ἡγεῖσθαι περισπούδαστα εἶναι τὰ παρερχόμενα, μηδὲ τοῖς ματαίοις προσαναλίσκειν τῆς ψυχῆς τὰς φροντίδας. Τὸ δὲ Ἆσμα τῶν ᾀσμάτων τὸν τρόπον ὑποδείκνυσι τῆς τελειώσεως τῶν ψυχῶν.

Περιέχει γὰρ συμφωνίαν νύμφης καὶ νυμφίου· τουτέστι, ψυχῆς οἰκείωσιν πρὸς τὸν Θεὸν Λόγον. Ἀλλ' ἐπὶ τὸ προκεί μενον ἐπανέλθωμεν. Παροιμίαι Σολομῶντος υἱοῦ ∆αβὶδ, ὃς ἐβασίλ ευσεν ἐν Ἰσραήλ. Τὸ τῶν παροιμιῶν ὄνομα ἐπὶ τῶν δημωδεστέρων λόγων παρὰ τοῖς ἔξωθεν τέτακται, καὶ ἐπὶ τῶν ἐν ταῖς ὁδοῖς λαλουμένων, ὡς τὰ πολλά· οἶμος γὰρ παρ' αὐτοῖς ἡ ὁδὸς ὀνομάζεται, ὅθεν καὶ τὴν παροιμίαν ὡρίζοντο, ῥῆμα παρόδιον τετριμ μένον ἐν τῇ χρήσει τῶν πολλῶν, καὶ ἀπὸ ὀλίγων ἐπὶ πλείονα ὅμοια μεταληφθῆναι δυνάμενον. Παρὰ δὲ ἡμῖν παροιμία ἐστὶ λόγος ὠφέλιμος, μετ' ἐπικρύψεως μετρίας ἐκδεδομένος, πολὺ μὲν τὸ αὐτόθεν χρήσι- μον περιέχων, πολλὴν δὲ καὶ ἐν τῷ βάθει τὴν διάνοιαν συγκαλύπτων. Ὅθεν καὶ ὁ Κύριος, Ταῦτα, φησὶν, ἐν παροιμίαις ὑμῖν λελάληκα. Ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν παροιμίαις, ἀλλὰ παῤῥησίᾳ λαλήσω ὑμῖν· ὡς τοῦ παροιμιακοῦ λόγου τὸ πε- παῤῥησιασμένον καὶ δεδημοσιευμένον τῆς διανοίας μὴ ἔχοντος, ἀλλὰ πλαγίως ἐαυτοῦ τὸ βούλημα τοῖς ἐντρεχεστέροις παραδηλοῦντος. Παροιμίαι τοίνυν Σο- λομῶντος· τουτέστι, λόγοι προτρεπτικοὶ, παρὰ πᾶ σαν τοῦ βίου τὴν ὁδὸν χρησιμεύοντες. Προσέθηκε δὲ τὸ ὄνομα τοῦ συγγραφέως, ἵνα τῇ τοῦ προσώπου πε- ριφανείᾳ τὸν ἀκροατὴν ἐφελκύσηται. Ἀξιοπιστία γὰρ τοῦ διδάσκοντος εὐπαράδεκτον μὲν τὸν λόγον καθίστησι, προσεχεστέρους δὲ τοὺς διδασκομένους παρασκευάζει. Παροιμίαι οὖν Σολομῶντος, Σολομῶντος ἐκεί νου πρὸς ὃν εἶπεν ὁ Κύριος· Ἰδοὺ δέδωκά σοι καρ 31.389 δίαν φρονίμην καὶ σοφήν· ὡς σὺ, οὐ γέγονεν ἔμ- προσθέν σου· καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι· καὶ πάλιν· Ἔδωκεν ὁ Κύριος σοφίαν καὶ φρόνησιν τῷ Σαλωμὼν πολλὴν σφόδρα, καὶ χύμα καρδίας ὡς ἡ ἅμμος ἡ παρὰ τὴν θάλασσαν. Καὶ ἐπληθύνθη ἡ σοφία Σαλωμὼν ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. Οὕτως ἀναγκαία ἡ τοῦ ὀνόματος προσθήκη· Παροιμίαι Σολομῶντος υἱοῦ ∆αβίδ.