1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

1

Asceticon magnum

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑ∆ΟΚΙΑΣ ΚΕΦΑΛΑΙΑ ΤΩΝ ΟΡΩΝ ΤΩΝ ΚΑΤΑ

ΕΠΙΤΟΜΗΝ.

αʹ Εἰ ἔξεστιν ἢ συμφέρει τινὶ ἑαυτῷ ἐπιτρέπειν, καὶ ποιεῖν ἢ λέγειν ἃ νομίζει καλὰ, ἄνευ τῆς μαρτυ ρίας τῶν θεοπνεύστων Γραφῶν. 31.1053 βʹ Ποίαν ὁμολογίαν ἀπαιτεῖσθαι δεῖ παρ' ἀλλήλων τοὺς ἐπὶ τὸ αὐτὸ ζῇν κατὰ Θεὸν βουλομένους. γʹ Τὸν ἁμαρτάνοντα πῶς ἐπιστρέψομεν, ἢ μὴ ἐπι στρέφοντα πῶς ἔχειν χρή. δʹ Ἐάν τις καὶ εἰς τὰ μικρὰ ἁμαρτήματα στε νοχωρῇ τοὺς ἀδελφοὺς, λέγων ὅτι, Ὀφείλετε μετα νοῆσαι, μήποτε καὶ αὐτὸς ἄσπλαγχνός ἐστι, καὶ τὴν ἀγάπην καταλύει. εʹ Πῶς ὀφείλει τις μετανοῆσαι ἐφ' ἑκάστῳ ἁμαρτή ματι. ʹ Ὁ λόγῳ ὁμολογῶν μετανοεῖν, τὸ δὲ ἁμάρτημα μὴ διορθούμενος, ποταπός ἐστιν. ζʹ Τί τὸ κρῖμα τῶν ἐκδικούντων τοὺς ἁμαρτάνον τας. ηʹ Τὸν μετανοοῦντα γνησίως πῶς προσδέχεσθαι χρή. θʹ Πρὸς τὸν ἀμετανόητα ἁμαρτάνοντα πῶς διατεθῶ μεν. ιʹ Ψυχὴ ἐν ἁμαρτίαις πολλαῖς ταλαιπωρήσασα μετὰ ποταποῦ φόβου καὶ ποταπῶν δακρύων ὀφείλει ἀναχωρῆσαι τῶν ἁμαρτημάτων. ιαʹ Πῶς κατορθοῖ τις τὸ μῖσος πρὸς τὰ ἁμαρτήματα. ιβʹ Πῶς πληροφορηθῇ ἡ ψυχὴ, ὅτι ἀφῆκεν αὐτῇ ὁ Θεὸς τὰ ἁμαρτήματα. ιγʹ Εἰ χρὴ τὸν μετὰ τὸ βάπτισμα ἐξαμαρτήσαντα ἀπογινώσκειν τῆς ἑαυτοῦ σωτηρίας, ἐν πλήθει κακῶν εὑρεθέντα· ἢ ἕως ποίου μέτρου ἁμαρτιῶν ἐπελπίζειν χρὴ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ διὰ τῆς μετανοίας. ιδʹ Ἐκ ποίων καρπῶν ὀφείλει δοκιμάζεσθαι ἡ ἀλη θὴς μετάνοια. ιεʹ Τί ἐστι τὸ, Ποσάκις ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ. ιʹ ∆ιὰ τί ποτὲ μὲν ἡ ψυχὴ καὶ μὴ σπουδάζουσα, αὐτομάτως σχεδὸν ἐμπεσόντος πόνου, κατανύσσε ται, ποτὲ δὲ ἄπονος οὕτως ἐστὶν, ὡς καὶ βιαζομένη κατανυγῆναι μὴ δύνασθαι. ιζʹ Ἐάν τις κατὰ νοῦν μνημονεύσῃ τοῦ φαγεῖν, εἶτα καταγνῷ ἑαυτοῦ, εἰ καὶ οὗτος ὡς μεριμνήσας ἐγκληθήσεται. ιηʹ Εἰ χρὴ ἐν ἀδελφότητι τῷ ἐξαμαρτήσαντί ποτε φροντίδα τινὰ ἐγχειρίζειν μετὰ πολλὴν ἄσκησιν· καὶ εἰ χρὴ, ποίαν ταύτην. ιθʹ Ἐάν τις ὑποπτεύηται ἐπὶ ἁμαρτήματι, προφα νῶς δὲ τοῦτο μὴ ποιῇ, εἰ δεῖ αὐτὸν ἐπιτηρεῖν, ἵνα καὶ ἐφευρεθῇ ὃ ὑποπτεύεται. κʹ Εἰ χρὴ τὸν ἐν ἁμαρτίαις ἐξετασθέντα φεύγειν τὴν πρὸς τοὺς ἑτεροδόξους κοινωνίαν, ἢ καὶ πρὸς τοὺς κακῶς ζῶντας διακρίνεσθαι. καʹ Πόθεν ὁ μετεωρισμὸς καὶ οἱ διαλογισμοί· καὶ πῶς αὐτοὺς διορθωσόμεθα. κβʹ Πόθεν αἱ νυκτεριναὶ φαντασίαι αἱ ἀπρεπεῖς γί νονται. κγʹ Ἕως ποίων ῥημάτων ἡ ἀργολογία κρίνεται. 31.1056 κδʹ Τί ἐστι λοιδορία. κεʹ Τί ἐστι καταλαλιά. κʹ Ὁ καταλαλῶν ἀδελφοῦ, ἢ ἀκούων καταλαλοῦν τος, καὶ ἀνεχόμενος, τίνος ἐστὶν ἄξιος κζʹ Ἐὰν δὲ τοῦ προεστῶτος καταλαλήσῃ, πῶς αὐτῷ προσέξομεν. κηʹ Περὶ τοῦ θρασυτέρᾳ φωνῇ καὶ ῥήμασι θρασέσιν ἀποκρινομένου. κθʹ Ποίῳ τρόπῳ δυνηθῇ τις μὴ ὀργίζεσθαι. λʹ Πῶς ἐκκόψομεν τὸ πάθος τῆς ἐπιθυμίας τῆς κακῆς. λαʹ Εἰ καθόλου γελᾷν οὐκ ἔξεστιν. λβʹ Ὁ ἄκαιρος καὶ ἄμετρος νυσταγμὸς πόθεν, καὶ πῶς αὐτὸν ἀποθώμεθα. λγʹ Πῶς ἐλέγχεται ὁ ἀνθρωπάρεσκος. λδʹ Πῶς φύγῃ τις τὸ πάθος τῆς ἀνθρωπαρεσκείας. λεʹ Πῶς γνωρίζεται ὁ ὑπερήφανος, ἢ πῶς θεραπεύεται λʹ Εἰ χρὴ τιμὴν ἐπιζητεῖν. λζʹ Ὁ ὀκνηρὸς πρὸς τὴν ἐντολὴν ποίῳ τρόπῳ σπου δὴν δυνηθῇ ἀναλαβεῖν. ληʹ Ἐὰν ἐπιταχθῇ ἀδελφὸς, καὶ ἀντείπῃ, ὕστερον δὲ ἀφ' ἑαυτοῦ ἀπέλθῃ. λθʹ Ἐὰν δὲ ὑπακούσας τις γογγύσῃ. μʹ Ἐὰν δὲ ἀδελφὸς ἀδελφὸν λυπήσῃ, πῶς ὀφείλει διορθώσασθαι. μαʹ Ἐὰν δὲ μὴ ἀνέχηται ἀπολογήσασθαι. μβʹ Ἐὰν δὲ ἀπολογουμένου τοῦ λυπήσαντος, μὴ θέλῃ διαλλαγῆναι ὁ λυπηθείς. μγʹ Πῶς ὀφείλει τις προσέχειν τῷ εἰς προσευχὴν ἐξ υπνίζοντι. μδʹ Ἐὰν δὲ στυγνάσῃ ὁ ἐξυπνισθεὶς εἰς εὐχὴν, ἢ καὶ