Syntagma ad quendam politicum

 ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, καὶ οὐ συγκωρεῖ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν. Ὧν ὁ ἀνώ τερον κτησάμενος φρόνημα ἀπ' ἐντεῦθεν ἀπολαύει τῆς βασιλ

 ἀπεράντους μετὰ τῶν ἁγίων ἀγγέλων καταλαμπόμενος. ∆ιάθεσις τῶν παθῶν. Τῶν παθῶν τὰ μὲν ἔστι σωματικὰ, τὰ δὲ ψυχικά. Καὶ σωματικὰ μὲν λέγομεν γαστριμαρ

 τῆς ἐν τῇ Τριάδι ἁγίᾳ. Ὀφείλομεν πιστεύειν ὡς ἐβαπτίσθημεν· ἐβαπτί σθημεν δὲ εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, 28.1404 καὶ τοῦ ἁγίου Πνεύματος· ε

 ἀειπαρθένου Μαρίας, ἐν τῇ οἰκείᾳ αὐτοῦ ὑποστάσει ἔπηξεν ἑαυτῷ σάρκα ἐμψυχωμένην, καὶ λογικὴν, καὶ ταύτην τῷ ἐννεαμηνιαίῳ χρόνῳ διεπλασμένην ἐξ αὐτῆς·

 ἀποτίκτουσα. Καλὴ δὲ καὶ ἡ δόξα, ὅταν ταπεινοφροσύνην ἡμᾶς ἐκδιδάσκῃ, καὶ τῆς μελλούσης δόξης ἔφεσιν· κακὴ δὲ, ὅταν δουλοπρέπειαν, καὶ διὰ φόβον ἀνθρώ

Syntagma ad quendam politicum

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ

Πρός τινα πολιτικὸν, σύνταγμα πάνυ ὠφελιμώτατον, καὶ πολὺ ὠφελέστατον

Ἐπειδή σοι τῷ περιδεξίῳ καὶ μεγαλεπιβόλῳ τῆς φύσεως μετὰ τῆς τῶν τακτικῶν ἐμπειρίας τε καὶ μαθήσεως, ἔτι δὲ καὶ τῆς τῶν πολιτικῶν πραγμάτων ἀκριβοῦς μεταλήψεως, οὐδὲ τὰ τῶν ἱερέων λόγια ἀμελετήτως παρεώρασαι, ἀλλ' ἔτι τοσοῦτόν σοι καὶ ταῦτα πεφιλοπόνηται, ὥστε τὸ σῶμα πολλάκις σιτίοις τρέφων, οὐδὲ τὴν ψυχὴν ἀποστερεῖς τῆς ἐκ τῶν λόγων σιτίσεως· ἀλλ' ὡς ἀνά τινι θείῳ ἅλατι τοῖς τῶν Πατέρων ἀποφθέγμασι, καὶ ταῖς ἐπιτραπεζίοις παραρτύεις ὁμιλίαις· ἰδοὺ καὶ αὐτὸς, μικρά τινα συνοψίσας τῶν χρησίμων καὶ λυσιτελῶν, καὶ ἀναγινώσκων πάντα μὲν Χριστιανὸν, πλέον δὲ τοὺς ὅσοι καὶ βίῳ, καὶ λόγῳ, καὶ εὐγενείᾳ, καὶ ἀξιώματι ὑπερανεστήκασιν ὕψει, οἷόν τι δῶρον αὐτοσχεδιάσας ἀνδρὶ φιλολόγῳ καὶ φιλοθέῳ μάλιστα πρέπον, ὦ φίλων ἄριστε, τὸ παρόν σοι προσενήνοχα σύνταγμα, ἐκ διαφόρων μὲν Πατέρων καὶ ἀκροατικῶν λόγων ἀπανθισθὲν, οὐκ ἀκαταφρόνητον δὲ τὴν γνῶσιν τοῖς μετιοῦσιν ἐμποιοῦν· διάγνωσιν γὰρ ὁμοῦ καὶ διαίρεσιν τοῦ τριμεροῦς τῆς ἐν ἡμῖν ἔχει ψυχῆς, καθὼς πάντες κινούμεθα ἄνθρωποι, καὶ πῶς πρὸς σωτηρίαν ἢ ἀπώλειαν συνωθούμεθα. Ὁρίζει δὲ τοὺς λογισμοὺς, δι' ὧν πᾶσα ἁμαρτία τελεῖται. ∆ιαιρεῖ δὲ καὶ τὰ ἐν ἡμῖν πάθη, τίνα μὲν ψυχικὰ, τίνα δὲ τοῦ σώματος. Ἐφεξῆς δὲ καὶ τοὺς τρόπους ὑποτί θεται τῆς τοῦ Θεοῦ προνοίας. Εἶτα καὶ περὶ τῆς τοῦ ἀνθρώπου αὐτεξουσιότητος διαλαμβάνει, καὶ τῆς ἡμῶν ἐν τοῖς πράγμασι παραχρήσεως. Συνοψίζει δὲ καὶ τὴν ἐν τῇ ἁγίᾳ καὶ μακαρίᾳ Τριάδι πίστιν. Ἔτι δὲ καὶ ὅπως δεῖ πιστεύειν περὶ τῆς τοῦ Κυρίου ἐναν θρωπήσεως, περὶ διαφορᾶς τε ἀρετῆς, καὶ διακρίσεως τῆς τῶν πραγμάτων διδάσκει φύσεως. Καὶ ὅλως ἐπίτομός τίς ἐστι γνῶσις ἡμῶν τε καὶ αὐτῶν, καὶ τῆς τῶν καθ' ἡμᾶς φύσεώς τε καὶ πίστεως. Ὃ δὴ καὶ περιφέρων εἰς χεῖρας, ἐπιμελέστερόν τε μετιὼν, καὶ τὴν ἐντεῦθεν καρπούμενος ὄνησιν, οὐκ ἀμνημονήσεις, εὖ οἶδ' ὅτι, τοῦ αὐτοχειρίᾳ καὶ γε γραφότος, καὶ δεδωκότος. 28.1397 ∆ιάγνωσις τοῦ τριμεροῦς τῆς ψυχῆς. Ὅτι πᾶσα ψυχὴ λογικὴ τρία μέρη κέκτηται· λογισμὸν, θυμὸν, καὶ ἐπιθυμίαν. Ἐάν ἐστιν ἐν τῷ θυμῷ ἀγάπη καὶ φιλανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ καθαρό της καὶ σωφροσύνη, ὁ λογισμός ἐστι πεφωτισμένος· ἐὰν δέ ἐστιν ἐν τῷ θυμῷ μισανθρωπία, καὶ ἐν τῇ ἐπι θυμίᾳ ἀκολασία, ὁ λογισμός ἐστιν ἐσκοτισμένος. Ὁ μὲν οὖν λογισμὸς τότε ὑγιαίνει, καὶ σωφρονεῖ, ὅταν τὰ πάθη ἔχῃ ὑποτεταγμένα, καὶ τοὺς λόγους τῶν κτισμάτων τοῦ Θεοῦ πνευματικῶς θεωρῇ, καὶ πρὸς τὴν ἁγίαν καὶ μακαρίαν Τριάδα διάγῃ. Ὁ δὲ πάλιν τότε κινεῖται κατὰ φύσιν, ὅταν πάντας ἀνθρώπους ἀγαπᾷ, καὶ πρὸς οὐδένα αὐτῶν λύπην ἢ μνησικακίαν κέκτηται. Ἡ δὲ ἐπιθυμία, ὅταν ὑπὸ ἐγκρατείας, καὶ ταπεινοφροσύνης, καὶ ἀκτημοσύνης νεκρώσῃ τὰ πάθη, τουτέστι, μὴ ᾖ δούλη σαρκὸς ἐσχημάτισται, καὶ δόξης παρεχομένης ἔφεσιν, καὶ τραπῇ πρὸς τὸν θεῖον καὶ ἀθάνατον ἔρω τα. Καὶ γὰρ ἡ ἐπιθυμία πρὸς τρία τὴν κίνησιν ἔχει, ἢ πρὸς ἡδονὴν σαρκὸς, ἢ πρὸς δόξαν κενὴν, ἢ πρὸς ἀπάτην χρημάτων· καὶ διὰ τὴν παράλογον ταύτην ἔφεσιν καταφρονεῖ τοῦ Θεοῦ, καὶ τῶν θείων, καὶ τῆς οἰκείας εὐγενείας ἐπιλανθάνεται, καὶ πρὸς τὸν πλησίον

1