Syntagma ad monachos

 τεταγμένη ἐστίν. 2.15 Καὶ εἴ τι περισσοτέρως ποιήσεις, τοῦτο παρὰ τὴν σεαυτοῦ προαίρεσιν· εἰ δὲ καὶ ὑπερ θέσεις δύνασαι ποιεῖν, γενναίως ἀσκεῖς. 2.16

 5.6 Τοῖς παροῦσιν ἀρκοῦ. Καὶ ἐὰν περισσοτέραν κρεῶν καὶ οἴνου ἔχῃς πολιτείαν, καὶ ἀπέλθῃς ἐπὶ ξένης, μὴ θελήσῃς ἑαυτὸν κομπάζειν, ἄλλ' ἴσος γίνου τοῖς

 ἐντολῶν, ἤτω νηφάλιος, σπουδαῖος, ἀνεξίκακος, χρηστός, φιλόρφανος, φιλόπτωχος, φιλόξενος, φιλάγαθος, ἥσυχος, στερεὸς πίστει καὶ γνώμῃ καὶ λόγῳ, ἀπεχόμ

Syntagma ad monachos

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας σύνταγμα διδασκαλίας πρὸς μονάζοντας καὶ πάντας χριστιανοὺς

κληρικούς τε καὶ λαϊκούς.

Ἔστιν ὁ βίος τῶν υἱῶν τῆς καθολικῆς ἐκκλησίας καὶ μάλιστα τῶν ἐν αὐτῇ ἀναχωρητῶν ἤτοι μοναχῶν οὕτως. 1.2 Χάριτι μέν ἐσμεν σωζόμενοι, ἀλλ' ἡ χάρις αὐθαιρέτους βούλεται εἶναι τοὺς ἑαυτῆς παῖδας καὶ σοφίας υἱούς, καὶ πάσης πράξεως ἀγαθῆς δοκιμάσαντες τὸ καλὸν ζηλοῦντες καὶ οὕτως πράττειν. 1.3 Τῆς οὖν ὀρθῆς ταύτης πίστεως ἄξιον σεαυτὸν εὐτρέπιζε, προβεβλημένος, ἀγαπητέ, ταῦτα φυλάττειν. 1.4 Ἀγωνίζονται μετὰ τοῦ Κύριον τὸν θεόν σου ἀγαπήσεις ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 1.5 Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ πορνεύσεις, οὐ παιδοφθορήσεις, οὐ φαρμακεύσεις, οὐ διχοστατήσεις. 1.6 Ἀπέχου πνικτοῦ καὶ εἰδωλοθύτου καὶ αἵματος. 1.7 Καὶ ταῦτα μέν ἐστι τὰ προφανῆ ἁμαρτήματα; αἱ δὲ ὡς ἐλαχιστότεραι φαινόμεναι ἐντολαί, ὧν καὶ αὐτῶν λόγον ἀποδώσομεν, εἰσὶν αὗται. 1.8 Τέως μὲν τοὺς μονάζοντάς τε καὶ ἐγκρατεῖς δεῖ ἀνακεχωρισμένους εἶναι ἀπὸ γυναικῶν, καὶ μήτε εἰς ὁμιλίαν αὐτῶν ἔρχεσθαι, εἰ δυνατόν, μήτε ὁρᾶν αὐτὰς φιλοτιμεῖσθαι, ἵνα μή τις ζημία γένηται ἐὰν μοιχεύσῃ καρδία διὰ τῆς τῶν ὀφθαλμῶν ὁράσεως. 1.9 Φυλάττεσθαί τε μὴ εἶναι δίλογον, μὴ δίγνωμον, μὴ ψεύστην, μὴ κατά λαλον, μὴ ἀκαιροπερίσπαστον, μὴ ἀναίσχυντον, μὴ ῥέμβον, μὴ ἀναίσθητον, μὴ αὐθάδη, μὴ σαπρὸν λόγον ἐκ χειλέων προφέροντα, μήτε ὅρκον ὅλως τὸ παράπαν· ἀλλὰ ναὶ ναί, οὒ οὔ· καὶ ἐάν που ἀνάγκη γένηται, λέγειν ἐν ὁμιλίᾳ Γίνωσκε, ἢ Ἀλήθειαν λέγω, ἢ Οὐ ψεύδομαι. 1.10 Τὸ δὲ σεβάσμιον ὄνομα ἐπὶ ὅρκον μὴ λάμβανε, μήτε ἕτερόν τινα ὅρκον, καθὼς εἶπεν τὸ εὐαγ γέλιον. 1.11 Ταῦτα γὰρ πάντα οὐ προσήκει οὐδὲ ἁρμόττει ποιεῖν, ἀλλὰ καὶ ἀπὸ ἐκκλησίας ἐκβάλλει τὸν μὴ παραφυλαττόμενον, τινὰ δὲ αὐτῶν καὶ ἀποκ τενεῖ. 2.1 Ἔτι τε μὴ γυμνοῦν ἑαυτὸν ἐνώπιόν τινος, ἀλλ' ἢ ἀνάγκῃ ἐν λου τρῷ διὰ πάθος ἐν ἀσθενείᾳ πολλῇ γινόμενον. 2.2 Μὴ λέγειν ἀδελφὸν ῥακά, μήτε μωρέ. 2.3 Ἑορταῖς ἐθνῶν μὴ συγκοινωνεῖν, σάββατα μὴ φυλάττειν. 2.4 Μὴ μαγεύειν, μὴ φαρμακεύειν, μήτε ἄλλον σοι ταῦτα πράττειν ἐπὶ νόσῳ ἢ πάθους ἀλγήματι. 2.5 Μὴ ἀπέρχεσθαι πρὸς ἐπαοιδόν, μήτε φυλακτήριον ἑαυτῷ περιτιθέναι, μήτε περικαθαίρειν, μήτε μὴν ταῦτά σοι ποιεῖν, μήτε ὑπὸ ἄλλου σοι γένηται. 2.6 Τὸ σῶμα φυλάττειν ἀπὸ πάσης αἰσχρότητος καὶ ἀσελγείας. 2.7 Μὴ ἔχειν γυναῖκα συνείσακτον, καθάπερ τινὲς ἀγαπητὰς ἐπέ θεντο αὐταῖς ὄνοματα, τάχα δὲ ἐναντίως μισηταὶ αὐτοῖς εὑρεθήσονται. 2.8 Μὴ ἔχειν καταψυχὴν πρός τινα, ὁ γὰρ καταψυχὴν ἔχων ἡ εὐχὴ αὐτοῦ τῷ κυρίῳ οὐ προσδέδεκται. 2.9 Μὴ συνεύχεσθαι αἱρετικῷ, μήτε μετὰ ἐθνικῶν. 2.10 Μὴ παραβαίνειν νηστείαν, τουτέστιν τετράδα καὶ παρασκευήν, εἰ μή τι ἐπὶ νόσῳ βεβάρησαι, χωρὶς τῆς πεντηκοστῆς μόνης καὶ τῶν ἐπιφανίων. 2.11 Τὴν τεσσαρακοστὴν τῆς ἁγίας ἐκκλησίας καὶ τὴν ἑβδομάδα τοῦ ἁγίου πάσχα παρα τετηρημένως φύλαττε. 2.12 Λύε τὴν νηστείαν ἐπὰν ἀδελφὸς πρός σε ἐπεδή μησεν, νηστείαν δὲ οὐ τὴν τεταγμένην (τετράδα καὶ παρασκευήν, καὶ τὴν τεσσαρακοστὴν καὶ τοῦ πάθους), ἀλλὰ τὴν ἀπὸ ἰδίας προαιρέσεως, τουτέστιν δευτέρας καὶ τρίτης καὶ πέμπτης. 2.13 Σάββατον καὶ κυριακὴν μὴ νηστεύ σῃς, πλὴν τοῦ μεγάλου σαββάτου τοῦ ἁγίου πάσχα. 2.14 Ἡ δὲ τῆς τετράδος καὶ παρασκευῆς ἕως ὥρας ἐννάτης νηστεία

1