Sermo pro iis qui saeculo renuntiarunt

 μετρῆσαι ἑαυτὸν, ἀλλ' ἑαυτὸν ἔχειν ἄγνωστον, φα νεροῖ τῷ ἀνθρώπῳ, ὅτι οὐ ζητεῖ ποιῆσαι τὸ ἑαυτοῦ θέλημα, ἀλλὰ τὸ τοῦ Θεοῦ. Ὁ λέγων τὸν λόγον αὐτοῦ ἐπὶ

 ὀφθαλμούς σου, καὶ ἡ καρδία σου οὐ μὴ ἴδῃ πονηρόν. Ὁ γὰρ βλέπων γυναῖκα ἐν ἡδονῇ, μοιχείαν ἐπιτελεῖ. Φύλασσε τὴν ἀκοήν σου, ἵνα μὴ ἐπισυνάξῃς σεαυτῷ π

 Κύριος ἔρχεται· μήποτε εἰσέλθῃ ἄφνω, καὶ εὑρήσῃ ὑμᾶς καθεύδοντας. Βλέπετε μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ, καὶ μερίμναις βιωτι

 Ἀγωνιζώμεθα οὖν, ἀδελφοὶ, ὅτι ἤγγικεν ἡ ἡμέρα. Μακάριος ἄνθρωπος ὁ ἔχων τὴν μέριμναν ταύτην καθ' ἑκάστην ἡμέραν καὶ ὥραν. Ὁ γὰρ καρπὸς ὄψιμος γεγονὼς

Sermo pro iis qui saeculo renuntiarunt

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ

Λόγος διακριτικὸς, καὶ εἰς τὰς ἐντολὰς τοῦ Θεοῦ τοῖς ἀποταξαμένοις καὶ

σωθῆναι θελουμένοις Ἀγαπητοὶ, φροντίσωμεν τῆς σωτηρίας ἡμῶν, ὅτι ὁ καιρὸς συνεσταλμένος ἐστὶ λοιπόν· καὶ οὐ δύ ναταί τις φροντίσαι τῆς ἑαυτοῦ ψυχῆς, ἕως οὗ φρον τίζει τὰ τοῦ σώματος. Ὥσπερ γὰρ οὐ δύναταί τις προσέχειν ἐν ἑνὶ ὀφθαλμῷ εἰς τὸν οὐρανὸν, καὶ ἐν ἑνὶ ἐπὶ τὴν γῆν· οὕτως οὐ δύναται ἄνθρωπος φροντίσαι τὰ τοῦ Θεοῦ καὶ τὰ τοῦ σώματος. Ὥσπερ οὐ δύναται πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς ἐξενεγκεῖν ὕδωρ γλυκὺ καὶ πικρὸν, οὕτως οὐ δύναται ἄνθρωπος καὶ Θεῷ ἀρέσκειν, καὶ σαρκὸς ἐπιθυμίας ἐπιτελεῖν. Ὥσπερ οὐ δύναται ἄκανθα καρπὸν ἐλαίου προβάλλεσθαι, οὕτως οὐ δύνα ται ἄνθρωπος καὶ τὰ οὐράνια ζητεῖν, καὶ τὰ ἐπίγεια ποθεῖν, καθώς φησιν ὁ Κύριος· Οὐ δύνασθε καὶ Θεῷ ἀρέσκειν, καὶ σαρκὸς ἐπιθυμίας ἐπιτελεῖν. Ὅθεν καὶ ὁ ἀπόστολος Παῦλος ἀκούσας ταῦτα, καὶ ἐκκόψας αὐ τοῦ πάντα τὰ τῆς σαρκὸς φρονήματα, φησί· «∆ι' ὃν πάντα ζημιοῦμαι, ἵνα Χριστὸν κερδήσω,» καὶ αὐτῷ συμβασιλεύσω. «Ἔχοντες δὲ διατροφὰς καὶ σκεπά σματα, τούτοις ἀρκεσθησώμεθα. Οἱ γὰρ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ παγίδα δια βόλου, καὶ ἐπιθυμίας ἀτόπους.» Σὺ δὲ, ὦ ἀδελφὲ, μὴ προσέχῃς τι τοῦ κόσμου τούτου, ἵνα δυνηθῇς σωθῆναι, ἀλλὰ ἄσκησον δικαιοσύ νην, καὶ ἀλήθειαν, καὶ ἀγάπην, καὶ φόβον Κυρίου, καὶ πραότητα, ὑπακοὴν, καὶ ἐγκράτειαν, καὶ ἀμνησι κακίαν. Μίσησον λόγους κοσμικοὺς, ἵνα καρδία σου ὄψηται τὸν καλόν. Ἀγάπησον τὸ συνεχῶς προσεύ χεσθαι, ἵνα φωτισθῇ σου ἡ καρδία. ∆ιάδος ὑστερουμένοις ὀφθαλμῷ πλουσίῳ, ἵνα μὴ καταισχυνθῇς ἔμ προσθεν τοῦ βήματος τοῦ Χριστοῦ· μίσησον τὴν ἐπιθυμίαν ἐν τοῖς βρώμασιν, ἵνα μὴ ὁ Ἀμαλὴκ τῶν παθῶν κυκλώσῃ σε. Γοργεύου ἐν ταῖς προσευχαῖς, ἵνα μὴ καταφάγῃ σε τὸ θηρίον. Φεῦγε τὸν οἶνον, ἵνα μὴ στερηθῇς τῆς εὐφροσύνης τοῦ Θεοῦ. Ἀγάπησον 28.1412 τοὺς πιστοὺς, ἵνα διὰ αὐτῶν ἐλεήσῃς. Πόθησον τοὺς ἁγίους, ἵνα ὁ ζῆλος αὐτῶν ἑλκύσῃ σε πρὸς ἀρετήν. Μνη μόνευε τῆς ἐξόδου τῆς ψυχῆς σου, καὶ οὐχ ἁμαρτήσεις πολλὰ πρὸς Θεόν· ἀναμιμνήσκου ἀεὶ τὴν τῶν οὐρα νῶν βασιλείαν, ἵνα ἡ ἐπιθυμία αὐτῆς ἑλκύσῃ σε πρὸς αὐτήν· διαλογίζου τὴν γέενναν τοῦ πυρὸς, καὶ τῶν βασάνων τῶν δεινῶν, ἵνα μισήσῃς τὰ ἔργα τὰ πονηρά. Ἑτοίμαζε οὖν σεαυτῷ καθ' ἡμέραν ὑπαντῆσαι Χρι στῷ· μέλλει γὰρ ἀοράτως ἔρχεσθαι. Καθ' ἑκάστην ἡμέραν ἀνάκρινε σεαυτὸν ἐκ τῶν ἐντολῶν τοῦ Χριστοῦ, τί ὑστέρησας, καὶ ἀνοικοδόμει αὐτό. Ἴδωσιν οἱ ἀδελφοί σου τὰ ἔργα σου, καὶ ὁ ζῆλος ὁ κατὰ Θεὸν κα ταφάγεται αὐτούς. Ἐρεύνησον σεαυτὸν καθ' ἑκάστην ἡμέραν, ποῖον πάθος ἐνέκρωσας, καὶ δὸς δόξαν τῷ Θεῷ· αὐτοῦ γάρ ἐστι τὸ ἔλεος. Μὴ λογίζου ἑαυτὸν ὡς κατορθώσαντα τὸ ἀγαθὸν ἐνώπιον τοῦ Θεοῦ· φησὶ γάρ· «Ὅταν πάντα ποιήσητε, τότε λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν.» Μὴ ὑψηλοφρονήσῃς, ὅτι ἀπ' ἄρτι καλὸς εἶ· οὐ γὰρ δύνῃ πιστεῦσαι ἑαυτὸν τοῖς ἐχθροῖς σου. Μὴ θαῤῥήσῃς ἑαυτοῦ τῷ σώματι. Ὁ φοβούμενος τοὺς δαίμονας δῆλον ἑαυτὸν ποιεῖ, ὅτι οὐκ ἔστι φόβος Θεοῦ ἐν αὐτῷ. Ὁ γὰρ φοβούμενος τὸν Θεὸν ἐξ ὅλης αὐτοῦ τῆς καρδίας ἑδραῖός ἐστιν ἐπ' αὐτοῖς. Τὸ μὴ

1