Scholia in Job

 ὄφεως, καὶ φθαρεῖσαν τὰ νοήματα. Ἐπειδὴ γὰρ ὅλως ἐστὶ μισητὴς ὁ τῆς κακίας εὑρετὴς, καὶ μό νον φαινόμενος ζητῶν τίνα ἁρπάσει καὶ καταπιεῖ· διὰ τοῦτο ὃ

 καὶ πολὺς μὲν ἔρρεεν ὁ πειράζων καὶ χαλεπὸς ἦν ὁ μαχόμενος· ἀνδρειότερος δὲ ἐφαίνετο ὁ πειραζόμενος, 22 νικῶν τὰς ἐπιχειρήσεις καὶ προσβολὰς τοῦ πονηρ

 ἀπλάνων παραλεγομένων ὑπὸ τῶν μὴ εἰδότων ὡς αὐτοὶ νομίζουσιν (ἔστι καὶ Ἕσπερος, ἐστι καὶ Φαέτων, καὶ Φαίνων, καὶ Στίλβων καὶ Φωσφόρος) τί δήποτε οὖν ὁ

Scholia in Job

27.1344 ἈΘΑΝΑΣΙΟΥ. Τό γε μὴν λέγειν τὴν Γραφήν· Ἐγένοντο δὲ αὐτῷ ἑπτὰ υἱοὶ, καὶ πρὸς τοὺς Ἀρειομανίτας ἡμῖν συμβαλεῖται· οἳ ὡς μέγα βοήθημα τῆς αἱρέσεως αὐτῶν κατέχουσι τὸ περὶ τοῦ Μονογενοῦς παρὰ τοῦ Ἀποστόλου λεγόμενον· Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· καὶ φιλονεικοῦσι ποίημα εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. Ἔστι δὲ αὐτοῖς κάλαμος τεθλα σμένος τοῦτο τὸ ἔρεισμα. Ὅταν μὲν γὰρ ἡ οὐσία ποίημα ᾖ καὶ κτίσμα, τηνικαῦτα τὸ, ἐποίησε, καὶ τὸ, ἔκτισε, κυρίως ἐπὶ αὐτῶν λέγεται, καὶ σημαίνει τὸ ποίημα· ὅταν δὲ ἡ οὐσία γέννημα ᾖ καὶ υἱὸς, τό τε, ἐποίησε, καὶ τὸ, ἐγένετο, καὶ τὸ, ἔκτισεν, οὐκ ἔτι κυρίως ἐπ' αὐτοῦ κεῖται, οὐδὲ ποίημα σημαίνει, ἀλλ' ἀντὶ τοῦ ἐγέννησε τῷ ἐποίησεν ἀδιαφόρως τις κέ χρηται ῥήματι. Ὥστε καταγνώσονται ἑαυτῶν οἱ Ἀρειανοὶ, εἰ μάθοιεν τὸ τῆς Γραφῆς ἰδίωμα· καὶ γὰρ εἰ ποιουμένους, καὶ γινομένους, καὶ κτιζομένους τοὺς ἐξ αὐτῶν φυομένους λέγοιεν οἱ γονεῖς, οὐδὲν ἧττον οὐκ ἀρνοῦνται τὴν φύσιν. Ὁ γοῦν Ἐζεχίας, ὡς ἐν τῷ Ἡσαΐᾳ γέγραπται, εὐχόμενος ἔλεγεν· Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἀντὶ τοῦ, γεννήσω, τὸ ποιήσω εἰρηκὼς, καὶ τοὺς ἐξ αὐτοῦ φυομένους εἰπών. Καὶ οὐ διαφέρεται. Κἀνταῦθα δὲ περὶ τοῦ Ἰὼβ εἴρηται· Ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτά· ὥσπερ καὶ Μωϋσῆς ἐν τῷ νόμῳ φησίν· Ἐὰν γένωνται. Χρὴ πρότερον ζητεῖν, εἰ υἱός ἐστιν. Τούτου γὰρ ἀποδεικνυμένου, παύεται ἡ περὶ τοῦ ποιήματος καὶ κτίσματος ὑπόνοια, καὶ φανερὰ πᾶσιν ἀπόδειξις, ὡς ἡ λέξις ἡ λέγουσα, τῷ ποιήσαντι αὐτὸν, οὐκ εἰς ὄνησίν ἐστι τῇ αἱρέσει αὐτῶν, ἀλλὰ μᾶλλον εἰς κατά γνωσιν. ∆έδεικται γὰρ, ὅτι ἡ τοῦ, ἐποίησε, λέξις καὶ ἐπὶ τῶν γνησίων καὶ τῶν φύσει τέκνων ἐν τῇ θείᾳ κεῖται Γραφῇ. Ὅθεν τοῦ Κυρίου ἀποδεικνυμένου φύσει καὶ γνησίου υἱοῦ, κἂν λέγηται ἐπ' αὐτοῦ (sic) τὸ, ἐποίησεν, ἢ ἐγένετο, οὐχ ὡς ποιήματος ὄντος αὐτοῦ λέγεται, ἀλλ' ἀδιαφόρως τῇ λέξει χρῶνται οἱ ἅγιοι. 27.1345 Καὶ εἶπεν ὁ Θεὸς τῷ διαβόλῳ· Πόθεν παραγέγονας; Ἀθανασίου. Ἅμα δὲ ἐν τούτοις παρίσταται, εἰ καὶ τὰ γενητὰ πάντα ἐν μεμερισμένοις τόποις εἰσὶ, φωστῆρες μὲν ἐν τῷ στερεώματι, νέφη δὲ ἐν τῷ ἀέρι. Καὶ τοῖς ἀνθρώποις ἔστησεν ὅρια ἐθνῶν· οἱ δὲ ἄγγελοι ἀποστέλλονται εἰς διακονίας, καὶ ἀναβαίνουσι καὶ καταβαίνουσιν ἐπὶ τῆς κλίμακος. Κἀνταῦθα, Ἦλθον, φησὶ, παραστῆναι ἐνώπιον Κυρίου. Καὶ πεῦσις γίνεται πρὸς τὸν διάβολον· Πόθεν παραγέγονας; Ὥστε ἐν τόπῳ εἰσὶ, καὶ ἔνθα ἀποστέλλονται, ἐκεῖ πάρεισι· μόνος δὲ ὁ Θεὸς ἀπερίγραπτος· τὸν παντα χοῦ παρόντα ζητοῦσιν, ἵν' εὕροιεν ἐν χωρίῳ τινὶ συγ κλειόμενον τὸν ἀόριστον. Ἀλλὰ τὸ παραστῆναι, τοῦτό ἐστι τὸ τοῖς θελήμασιν αὐτοῦ τυπωθῆναι, καὶ τὸ πρὸς αὐτὸν ὁλικῶς ἀνατείνεσθαι. Θεοῦ μὲν γὰρ ἐνώπιόν ἐστι πᾶσα ἡ κτίσις, καὶ αὐτὴ ἡ ἀποστατικὴ καὶ πο νηροτάτη, κατὰ τὸ ἀπερίγραπτον τῆς οὐσίας ἐκείνης· ἰδίως δὲ οἱ ἄγγελοι πάρεισι τῷ Θεῷ, κατὰ τὸν τῆς θείας ἀγάπης ἀκόρεστον ἔρωτα. Ἀθανάσιος. Ἠγωνίζετο μὲν οὖν ὁ Ἰὼβ, καὶ μέγας ἦν ὁ πειρασμός· μείζων δὲ ἐφαίνετο ὁ ἀθλητὴς τοῦ πειρασμοῦ. Καὶ πολὺς μὲν ἔῤῥεεν ὁ πειράζων, καὶ χαλεπὸς ἦν ὁ μαχόμενος· ἀνδρειότερος δὲ ἐφαί νετο ὁ πειραζόμενος, νικῶν τὰς ἐπιχειρήσεις καὶ προσβολὰς τοῦ πονηροῦ τῷ μεγέθει τῆς διανοίας. Γνώρισμα τῆς ἀνδρείας ἐστὶν ἡ ὑπομονή. Ταύτῃ γὰρ ἕκαστος τῶν ἁγίων φέρων τὰ συμβάντα ἐν τῷ βίῳ ἐπίπονα καὶ λυπηρὰ, ἴσχυε κατὰ τοῦ διαβόλου· ἅπερ τὸ Πνεῦμα θέλον ἡμᾶς ἀμφότερα κτᾶσθαι, προστάττει λέγον ἐν τῷ ψαλμῷ· Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον. Ὁ γὰρ ὑπομένων ἀνδρεῖός ἐστι, καὶ ὁ ἀνδρεῖος ὑπομονητικὸς ἂν εἴη. ∆ιὸ καὶ ὁ μακάριος Ἰὼβ διὰ τὸ ὑπομένειν ἐκραταιοῦτο, καὶ διὰ τὸ ἀνδρείως φέρειν τοὺς πόνους ὑπέμεινε, καὶ τὴν γυναῖκα διωθεῖτο, ἐξαπατηθεῖσαν ὑπὸ τοῦ

1