Quaestiones aliae

 ἡλιακῷ δίσκῳ, καὶ ἐν τῷ οὐρα νῷ, καὶ ἐν τῇ γῇ, καὶ πανταχοῦ, καὶ οὔτε τῶν ἄνω λεί πει, οὔτε τῶν κάτω· οὕτω καὶ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ κατῆλθε πρὸς

 ἐκπορευτὴ ἀπὸ τῆς ψυχῆς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν ἀπὸ τοῦ Πατρός. Καὶ εἶπον οὕτω· Ψυχὴ, λόγος καὶ πνοὴ, μία ψυχὴ, καὶ οὐ τρεῖς· ἀχώριστο

 μετὰ τὴν γέννησιν μένει ἐν τοῖς ψυχικοῖς κόλποις· οὕτως καὶ ὁ τοῦ Θεοῦ Λό γος, κἂν καὶ ἐγεννήθη πρὸ τῶν αἰώνων ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ' οὐκ ἐφανερ

 Θεοῦ; εἰπὲ δύο. Ποῖα δὲ ταῦτα; Ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Καὶ διὰ τί λέγονται αἰτιατά; ∆ιότι 785 γεννᾶται ὁ Υἱὸς, καὶ οὐ γεννᾷ· ἐκπορεύεται δὲ καὶ τὸ Πνεῦμ

 σεσαρκωμένος Θεὸς, καὶ Χριστὸς ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς, διότι ἐφόρεσε τὴν τοῦ ἀνθρώπου μορφήν. Ἐρώτ. ιηʹ. Καὶ τίνα λόγον, ἢ τίνα χρείαν εἶχ

 ἐν τῷ τόκῳ καὶ μετὰ τὸν τόκον παρθένον ἁγνὴν δι εφύλαξε. Σὺν τούτοις δὲ καὶ ἕτερον φωτολαμπὲς καὶ θαυμαστώτατον, κἀκείνων παρόμοιον ἐκτύπωμα ἄκουσον.

 διαβόλου, αὕτη 793 καὶ μόνη νικήσῃ τὸν νικήσαντα ταύτην διάβολον. Προγινώσκων οὖν πάλιν ὁ σοφὸς Θεὸς, ὅτι οὐκ ἠδύ νατο μόνη ἡ ἀνθρωπότης νικῆσαι χωρὶς

Quaestiones aliae

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑ ΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΤΕΡΑΙ ΤΙΝΕΣ ΕΡΩΤΗΣΕΙΣ.

Ἐρώτησις αʹ. Τί ἐστι Θεός; Ἀπόκρισις. Θεός ἐστιν οὐσία νοερὰ, ἀθεώρητός τε καὶ ἀνερμήνευτος. Θεός ἐστι πνεῦμα ἄϋλον, ὀφθαλμὸς ἀκοίμητος, καὶ νοῦς ἀκίνητος. Θεός ἐστιν οὐσία δημιουργικὴ πάντων τῶν ἀοράτων καὶ ὁρω μένων κτισμάτων. Ἐρώτ. βʹ. Καὶ διὰ τί λέγεται Θεὸς, ὁ Θεός; Ἀπόκ. Θεὸς λέγεται ἀπὸ τοῦ θεωρεῖν τὰ πάντα, οἱονεὶ θεωρὸς, καὶ Θεὸς, ἤγουν θεατὴς πάντων. Καὶ πάλιν Θεὸς λέγεται ἀπὸ τοῦ θέειν καὶ τρέχειν νοητῶς ἀχρόνως τὰ πάντα. Ὁ γὰρ Θεὸς ἀεὶ πανταχοῦ πάρεστιν. Ἐρώτ. γʹ. Καὶ πόσοι θεοί εἰσιν; Ἀπόκ. Εἷς Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυριευόντων, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν ἄλλος. Λέγονται δὲ θεοὶ καὶ οἱ ἄνθρωποι κατὰ χάριν· ὡς τό· «Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» 776 Ἐρώτ. δʹ. Καὶ ὡς ἔνι εἷς, πῶς λέγομεν αὐτὸν τὸν ἕνα Θεὸν τρισυπόστατον, Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα; Ἰδοὺ γὰρ τρεῖς λέγομεν, καὶ οὐχ ἕνα. Ἀλλὰ δίδαξον ἡμῖν πῶς ἐστιν εἷς Θεός· καὶ πῶς πάλιν τρία πρόσωπα περὶ Θεοῦ λέγομεν. Θαυμαστὸν ἡμῖν δοκεῖ τοῦτο, ὅπως καὶ εἷς ἐστιν ὁ Θεὸς, καὶ τρία τὰ πρόσωπα αὐτοῦ. Ἀπόκ. Ἄκουε συνετῶς, καὶ νοήσεις τὸ τῆς ἁγίας Τριάδος μυστήριον, καθὼς δύναται νοῦς ἀνθρώπων νοῆσαι. Ὡς ἐμοὶ πλὴν δοκεῖ, πρὸς τὴν κατὰ δύναμιν ἡμῖν τῶν λέξεων λέγεται τοῦτο. Ὁ γὰρ Θεὸς ἀνερ μήνευτός ἐστι, καὶ διὰ τοῦτο οὐ δυνάμεθα καταλαβεῖν αὐτοῦ τὴν φύσιν· οὐδὲ ὅμοιος ἡμῶν ἐστι μονοπρόσω πος. Εἰ γὰρ ἦν μονοπρόσωπος, ἐγινώσκομεν ἂν αὐ τὸν, ὡς ἐγινώσκομεν ἀλλήλους ἡμᾶς. Ἀλλ' ἔστιν εἷς μὲν ὁ Θεὸς, τὰ δὲ πρόσωπα αὐτοῦ τρία. Καὶ βλέπε ἀπάρτι τὰ λεγόμενα. Ὥσπερ ἥλιος ἔνι εἷς, ὁ δὲ ἥλιος ἔχει ἀκτῖνα καὶ φῶς, καὶ εἰσὶν ἐν τῷ ἡλίῳ τρία πρόσ ωπα, δίσκος, ἀκτὶς, καὶ φῶς· καὶ δίσκος μὲν καυχίον τοῦ ἡλίου, ἀκτὶς δὲ καταβαινομένη λαμπαδοφανῶς καὶ κρούουσα πρὸς τὴν γῆν· φῶς δὲ τὸ φωτίζον, καὶ εἰς τοὺς ἐπισκιώδεις τόπους χωρὶς ἀκτῖνος. Καὶ ἰδοὺ πρόσωπα μὲν τρία, δίσκος, ἀκτὶς, καὶ φῶς. Οὐ λέγομεν δὲ τρεῖς ἡλίους, ἀλλ' ἕνα ἥλιον, οὐδὲ λέγομεν πρόσωπον ἓν, ἀλλὰ πρόσωπα τρία. Ἐὰν γὰρ ἐρωτηθῇς, ὅτι πόσοι ἥλιοι ἐν τῷ οὐρανῷ, μέλλεις εἰπεῖν, ὅτι ἥλιος εἷς ἐστιν· εἰ δ' ἐρωτηθῇς, ὅτι πρόσωπα τοῦ ἡλίου πόσα ἐστὶ, μέλλεις εἰπεῖν, ὅτι τρία, δίσκος, ἀκτὶς, καὶ φῶς· οὕτω νόει καὶ περὶ τοῦ Θεοῦ. Θεὸς μὲν εἷς, πρόσωπα δὲ τοῦ ἑνὸς Θεοῦ τρία, Πατρὸς, Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Καὶ ἐκ τούτου γίνωσκε, ὅτι, ὥσπερ ὁ ἥλιός ἐστι τριπρόσωπος, οὕτω καὶ εἷς Θεὸς τρισυπόστατος. Τύπος γὰρ τοῦ Πατρός ἐστιν ὁ δίσκος ὁ ἡλιακὸς, τύπος τοῦ Υἱοῦ ἐστιν ἡ ἀκτὶς, τύ πος τοῦ ἁγίου Πνεύματός ἐστι τὸ φῶς τοῦ ἡλίου. Καὶ εἰπὲ οὕτως· Ἐπὶ τοῦ ἡλίου δίσκος, ἀκτὶς, καὶ φῶς· οὐ λέγομεν δὲ τρεῖς ἡλίους, ἀλλ' ἕνα καὶ μόνον· ὁμοίως καὶ ἐπὶ Θεοῦ, Πατὴρ, Υἱὸς, καὶ ἅγιον Πνεῦμα εἷς Θεὸς, καὶ οὐ τρεῖς. Καὶ πάλιν εἰπὲ οὕτως· Ἐπὶ τοῦ ἡλίου ἀχώριστος ὁ δίσκος, καὶ ἡ ἀκτὶς, καὶ τὸ φῶς· οὐ γὰρ χωρίζονται ἀπ' ἀλλήλων, διὰ τοῦτο λέ γεται καὶ εἷς Θεὸς, καὶ οὐ τρεῖς· διότι οὐ χωρίζονται τὰ τρία πρόσωπα, τοῦ τε Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, τοῦ ἑνὸς Θεοῦ ἀπ' ἀλλήλων. Καὶ ὥσπερ ὁ δίσκος ὁ ἡλιακὸς γεννᾷ τὴν ἀκτῖνα, καὶ ἐκπορεύει τὸ φῶς· οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ γεννᾷ τὸν Υἱὸν καὶ ἐκπορεύει καὶ τὸ Πνεῦμα ἅγιον. Βλέπε συνετῶς· Ὥσπερ ἡ ἀκτὶς τοῦ ἡλίου καταβαίνει ἐξ οὐρανοῦ πρὸς τὴν γῆν, καὶ οὔτε τοῦ ἡλιακοῦ δίσκου χωρίζεται, οὔτε ἐκ τοῦ οὐρανοῦ λείπει, οὔτε ἀπὸ τῆς γῆς, ἀλλ' ἔστι καὶ ἐν τῷ

1