Quaestio cxii ad Antiochum ducem in collectione canonum

Quaestio cxii ad Antiochum ducem in collectione canonum

ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΑΝΤΙΟΧΟΝ ∆

Περὶ τοῦ μὴ κοινωνεῖν αἱρετικοῖς Ἐρώτησις. Ἐὰν καταληφθῆ ἄνθρωπος ἐν καιρῷ ἑορτῆς ἐν χώρᾳ, ἐν ᾗ 81 κοινωνία τῆς καθολικῆς ἐκκλησίας οὐχ εὑρίσκεται, τί ὀφείλει διὰ τὴν ἑορτὴν σκέψασθαι, κοινωνῆσαι τοῖς αἱρετικοῖς ἢ οὔ; Ἀπόκρισις. Εἰ πολὺς καὶ χαλεπὸς ὁ κίνδυνος τῷ ἀνδρί, τὸ τὴν ἰδίαν γυναῖκα ἐᾶσαι καὶ ἄλλῃ συγγενέσθαι, κἂν ἐν ἀποδημίᾳ τυγχάνῃ, πόσῳ μᾶλλον τὴν ὀρθὴν πίστιν προδοῦναι διὰ τὸ τοῖς αἱρετικοῖς κοινωνῆσαι; Καὶ ὥσπερ οἱ τὴν ἑαυτῶν πραγμα τείαν πωλῆσαι βουλόμενοι, ὅσον ἂν χρόνον ἐπὶ ξένης βραδύνωσιν, οὐ καταδέχονται λαβεῖν ἀντὶ τοῦ βασιλικοῦ χαράγματος ἐξωχάραγον, οὕτως καὶ ἐπὶ τῆς τοῦ Χριστοῦ κοινωνίας χρὴ λογίζεσθαι. Πάσῃ τοίνυν δυνάμει φυλαξώμεθα μὴ μεταλαμβάνειν μετάληψιν αἱρε τικῶν, μήτε μεταδιδόναι· "Μὴ δότε γὰρ τὰ ἅγια τοῖς κυσί, φησὶν ὁ κύριος, μηδὲ ῥίπτητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων", ἵνα μὴ μέτοχοι τῆς κακοδοξίας καὶ τῆς αὐτῶν γενώμεθα κατακρίσεως. Εἰ γὰρ πάντως ἕνωσίς ἐστι πρὸς Χριστόν, καὶ πρὸς ἀλλήλους πάντως· καὶ πᾶσι τοῖς συμμεταλαμβάνουσιν 82 ὑμῖν κατὰ προαίρεσιν ἑνούμεθα· ἐκ προαιρέσεως γὰρ ἡ ἕνωσις αὕτη γίνεται, οὐ χωρὶς τῆς ἡμῶν γνώμης· "Πάντες γὰρ ἓν σῶμα ἐσμέν, ὅτι ἐκ τοῦ ἑνὸς ἄρτου μεταλαμβάνομεν", καθώς φησιν ὁ θεῖος ἀπόστολος.

1