Oratio in resurrectionem et in recens baptizatos

 λαβόντες ἀγράφοις δωρεαῖς. Αὐτὸ τὸ ὕδωρ αὐτοῖς καὶ τάφος καὶ μήτηρ γέγονεν· καὶ γὰρ ἀπέκ τεινεν τῇ ἁμαρτίᾳ καὶ ἀνεγέννησεν αὐτοὺς τῇ δικαιοσύνῃ. 11 Σο

Oratio in resurrectionem et in recens baptizatos

Τοῦ ἁγίου Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, εἰς τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τοὺς νεοφωτίστους.

1 Νῦν ἀγγέλων χορεῖαι, νῦν ἀρχαγγέλων σκιρτήματα, στεφανηφοροῦντες καὶ τὴν πνευματικὴν τελοῦντες ἱερομηνίαν ἄφραστον εἰκότως ἔχουσιν ἡδονήν. Ἀκούεις· «Ὁ Χριστὸς ἀνέστη ἐκ νεκρῶν», καὶ θαυμάζει. Βλέπε τοὺς συγγενεῖς σου ἐν ὥρᾳ μιᾷ ἀποθανόντας τῇ ἁμαρτίᾳ καὶ ζήσαντας τῷ Χριστῷ, καὶ σώθητι μᾶλλον ἐκπληττόμενος τὴν δύναμιν· ἐκεῖνος τριήμερος, οὗτοι διὰ τρισσῆς ἐπικλήσεως. 2 Ἀνέλαβεν ὁ κεραμεὺς τὸν ἐκπεσόντα πηλόν, τὸ συντριβὲν ἀγγεῖον οὐκ εἴασεν εἰς τέλος ῥερίφθαι, οὐχ ὑπερεῖδεν αὐτὸ ὡς ἅπαξ συνθλασθέν· συντέθλαστο μὲν γάρ, πυρὶ δὲ οὐδέ πω παραδέδοτο· ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, εὔχρηστον σκεῦος ἑαυτῷ καταρτίζων. 3 Τούτους πάντας ᾐχμαλώτευσεν ὁ διάβολος, τούτους πάν τας ἠλευθέρωσεν ὁ Χριστός, τούτους πάντας προέδωκεν ἡ τῆς Εὕας προπέτεια, τούτους πάντας ἔδειξεν ἀνειμένους ὁ Μαρίας τοκετός. Οὐχ ἡψάμεθα μετὰ τοῦ Ἀδὰμ τοῦ δένδρου καὶ συνημάρτομεν. Οὐ συνηλώθημεν Χριστῷ καὶ συνανέστημεν. Ἐκεῖ συζήσαντες ἀπεθάνομεν, ὧδε συνταφέντες ἠγέρθημεν. Οὐχ ἡμαρτηκότες, τότε ἡμάρτομεν· οὐκ εὐπραγήσαντες, νῦν ἐδικαιώθημεν. 4 Ὦ ζωῆς ἐπιθανατίου, ὦ θανάτου ζωὴν γεννῶντος, ὦ ἡδονῆς ἐμπαθοῦς, ὦ λύπης περιχαροῦς. Κροτήσωμεν χεῖρας, σάλπιγγος ὑψηλοτέρᾳ βοῇ τὴν φωνὴν ἀνυψώσωμεν, ἀναλαβόμενοι μέλος εὐχαριστήριον. Νῦν τῷ τοῦ διαβόλου ἐπιχαρησώμεθα πτώματι, τὸν ἡμέτερον βασιλέα ἐπὶ τῇ νίκῃ ἀνυμνοῦντες. 5 Τέθλασται τῆς ἁμαρτίας τὸ κέντρον, πεπάτηται τοῦ διαβόλου τὸ φρόνημα, τεθεράπευται τῆς Εὕας τὸ πταῖσμα, διαλέλυται τῶν δαιμόνων τὰ στίφη, λέλυται τῆς παρακοῆς ἡ ἀπόφασις, ἀναπεπέτασται τοῦ παραδείσου τὰ κλεῖθρα, ἡ φλο γίνη ῥομφαία εἰς σταυροῦ σωτηρίαν μεταβέβληται, βραβεῖον ἀναστάσεως ᾄδεται, θάρσος ἐθνῶν πανηγυρίζεται, βασιλεία οὐρανῶν μὴ βλεπομένη ἁρπάζεται, Πνεύματος ἁγίου ἐκκέχυται δωρεά, Πατρὸς κηρύττεται χάρις, Υἱοῦ ἀνύμνηται πάθος. 6 Ὦ τῆς καλλίστης μεταβολῆς, ὦ τῶν διὰ πταίσματος ἑαυτοὺς Χριστῷ ἐστρατολογηκότων· πάλαι μὲν πεπεδημένοι τῇ ἁμαρτίᾳ, πάλαι ἐστειρωμένοι πρὸς δικαιοσύνην, πάλαι τὰ τοῦ διαβόλου καὶ φρονοῦντες καὶ λέγοντες· νῦν εἰς πολύχορ δον ταθέντες κιθάραν ὁμόφωνον ἀναπέμπουσι μέλος. 7 Ὦ τοῦ θαύματος· οὐ νεκρωθέντες ἀπέθανον, οὐ ταφέν τες ἀνέστησαν. Οἳ αὐτοὶ μεμενήκασιν καὶ οἷοι ἦσαν ἀπέθεντο ἐν ἡλικίᾳ, ἕκαστος αὐτῶν μεμετρημένοι. Καὶ εἰσῆλθον καὶ ἐξῆλθον καὶ ἄρτι νοερὰ βρέφη νοοῦνται. Τὴν φύσιν οὐκ ἠλλάγησαν καὶ υἱοὶ θεοῦ ἀνεδείχθησαν. Οὐδενὸς ἐγυμνώθησαν καὶ τὴν φθο ρὰν ἀπεδύσαντο. 8 ∆εσπότην οὐκ ἐθεώρουν καὶ δοῦλοι ἦσαν. Χρήματα οὐ κατέβαλον καὶ ἐλευθερίαν ἀπηνέγκαντο. Οὐδὲν βαστάζουσιν καὶ οὐράνιον θησαυρὸν περιφέρουσιν. Οὐδὲν κατὰ τὸ φαινόμενον ἐδέξαντο καὶ πνευματικοῖς χαρίσμασιν πεπλουτήκασιν. Πόνοις οὐ προσωμίλησαν καὶ νικηταὶ ἐνεφάνισαν. Ξίφος οὐκ ἔγνωσαν καὶ τὸν πολέμιον κατέστρωσαν. 9 Οὐδένα ἔγνωσαν καὶ σύνθεμα υἱοθεσίας κατέχουσιν. Πάθους οὐκ ᾔσθοντο καὶ λόγῳ θείῳ τὰς καρδίας περιετμήθησαν. Λόγῳ συνέθεντο καὶ πράγμασιν ἐκοινώνησαν. Πρόθεσιν δεδώκασιν καὶ ἀληθείας οὐκ ἐψεύσθησαν. Οὐκέτι συνεργοῦσιν χαμαὶ τῷ δράκοντι περὶ τὰ γήϊνα συνειλούμενοι· λαβόντες δὲ πτέρυγας ὡσεὶ περιστερᾶς αἰθεροποροῦσιν, Πνεύματος ἁγίου χαρίσμασιν κουφιζόμενοι. 10 Εἰσήλθοσαν γυμνοῖς ὤμοις πολλὰ βαστάζοντες κακὰ καὶ ἐξῆλθον πάντων ἄφεσιν

1