In illud: Omnia mihi tradita sunt

 δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. ∆έδωκε γὰρ, ἵν', ὥσπερ δι' αὐτοῦ τὰ πάντα γέγονεν, οὕτως ἐν αὐτῷ τὰ πάντα ἀνακαινισθῆναι δυνηθῇ. Οὐ γὰρ, ἵν' ἐκ πτωχοῦ πλού

 πτωχῇ χρησαμένους, τὸ νοούμενον παραστῆσαι τῷ λόγῳ δεῖ, ἐπειδὴ τολμηρὸν ἐμβατεύειν τὴν ἀπερινόητον φύσιν. Ὡς οὐκ ἂν τοίνυν ποτὲ τὸ ἐξ ἡλίου φῶς τὴν οἰ

 ἀπολύτρωσις ἡμῶν. Ἐν αὐτῷ γὰρ καὶ ζῶμεν, καὶ κινούμεθα, καί ἐσμεν· καὶ, Οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Π

In illud: Omnia mihi tradita sunt

ΕΙΣ ΤΟ, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς γινώσκει, τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατήρ· καὶ τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ

ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλῦψαι. Καὶ τοῦτο οὐ νοήσαντες οἱ τῆς αἱρέσεως Ἀρείου Εὐσέβιός τε καὶ οἱ σὺν αὐτῷ, ἀσεβοῦσιν εἰς τὸν Κύ ριον· φασὶ γάρ· Εἰ τὰ πάντα παρεδόθη (πάντα λέγοντες τὴν κυριότητα τῆς κτίσεως), ἦν ποτε, ὅτε οὐκ εἶχεν αὐτά. Εἰ δὲ οὐκ εἶχεν, οὐκ ἔστιν ἐκ τοῦ Πα τρός· Εἰ γὰρ ἦν, εἶχεν ἂν αὐτὰ ἀεὶ ἐξ αὐτοῦ ὣν, καὶ χρείαν οὐκ εἶχε τοῦ λαβεῖν αὐτά. Ἀλλὰ καὶ ἐκ τούτου μᾶλλον ἡ ἄνοια αὐτῶν ἐλεγχθήσεται. Οὐ γὰρ τοῦ ἄρχειν τῆς κτίσεως, ἢ τοῦ ἐπιστατεῖν τῶν ποιημάτων, σημαντικόν ἐστι τὸ ῥητὸν, ἀλλά τι να νοῦν τῆς οἰκονομίας δηλῶσαι θέλει. Εἰ γὰρ, ὅτε ἔλεγε, παρεδόθη αὐτῷ, δῆλον ὅτι πρὸ τοῦ λάβῃ, κενὴ ἦν ἡ κτίσις τοῦ Λόγου. Καὶ ποῦ τὸ, Τὰ πάντα ἐπ' αὐτῷ συνέστηκεν; Εἰ δὲ, ἅμα τῷ γενέσθαι τὴν κτίσιν, παρεδόθη αὐτῷ πᾶσα· χρεία οὐκ ἦν πα ραδόσεως· πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ περιτ τὸν τὸ παραδίδοσθαι τῷ Κυρίῳ ταῦτα, ὧν αὐτός ἐστι δημιουργός. Κύριος γὰρ ἦν τῶν γινομένων ἐν τῷ ποιεῖν αὐτά. Ἀλλὰ καὶ εἰ μετὰ τὸ γενέσθαι παρεδόθη αὐτῷ, σκόπει τὸ ἄτοπον. Εἰ γὰρ παρεδόθη, καὶ ἀνε χώρησεν ὁ Πατὴρ λαβόντος τούτου· καὶ κινδυνεύομεν εἰς τάς τινων μυθολογίας ἐμπεσεῖν, ὅτι, τούτῳ παρα δοὺς, αὐτὸς ἀπέστη. Ἢ εἰ τοῦ Υἱοῦ ἔχοντος, ἔχει καὶ ὁ Πατὴρ, ἔδει μὴ εἰπεῖν, παρεδόθη, ἀλλ' ὅτι προσελάβετο κοινωνὸν, ὡς Παῦλος τὸν Σιλουανόν. Ἀλλὰ καὶ μᾶλλον ἄτοπον τοῦτο· οὐ γὰρ ἐνδεὴς ὁ Θεὸς, οὐ δὲ διὰ χρείαν προσελάβετο τὸν Υἱὸν εἰς βοήθειαν· ἀλλὰ, Πατὴρ ὢν τοῦ Λόγου, πάντα δι' αὐτοῦ ποιεῖ, καὶ οὐ παραδίδωσιν αὐτῷ κτίσιν, ἀλλὰ δι' αὐτοῦ καὶ ἐν αὐτῷ τῆς κτίσεως προνοεῖ, ὥστε μηδὲ στρουθίον ἄνευ τοῦ Πατρὸς πεσεῖν εἰς τὴν γῆν, μηδὲ τὸν χόρτον ἀμφιέννυσθαι ἄνευ τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐργαζομένου τοῦ Πατρὸς, ἐργάζεσθαι καὶ τὸν Υἱὸν ἕως ἄρτι. Οὐκ οῦν τῶν ἀσεβῶν τὸ φρόνημα μάταιον. Οὐ γὰρ, ὡς νο οῦσιν, ἔστιν, ἀλλὰ τῆς κατὰ σάρκα οἰκονομίας ἐστὶ δηλωτικὸν τὸ ῥητόν. Ἐπειδὴ γὰρ ἥμαρτε καὶ πέπτωκεν ὁ ἄν θρωπος, καὶ πεσόντος αὐτοῦ τὰ πάντα τετάρα κται, ὁ θάνατος ἴσχυεν ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, ἡ γῆ κεκατήραται, ὁ ᾅδης ἠνοίγη, ὁ παράδεισος ἐκλείσθη, ὁ οὐρανὸς ἐθυμώθη, καὶ τέ λος ἐφθάρη ὁ ἄνθρωπος καὶ ἀπεκτηνώθη, ὁ δὲ 25.212 διάβολος ἐνήλλετο καθ' ἡμῶν. Τότε δὴ ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ μὴ θέλων ἀπολέσθαι τὸν κατ' εἰκόνα ἄνθρωπον, ἔλεγε· Τίνα ἀποστελῶ, καὶ τίς πορεύσεται; Πάντων τε σιωπώντων, ὁ Υἱὸς ἔλεγεν· Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με· καὶ δὴ τότε λέγων, βάδιζε, παρέδωκεν αὐτῷ τὸν ἄνθρωπον, ἵνα γένηται αὐτὸς ὁ Λόγος σὰρξ, καὶ παραλαβὼν τὴν σάρκα κατὰ πάντα διορθώσηται. Παρεδόθη γὰρ αὐτῷ, ὡς ἰατρῷ, θεραπεῦσαι τὸ δῆγμα τοῦ ὄφεως· ὡς ζωῇ, ἀνεγεῖραι τὸ νεκρόν· ὡς φωτὶ, καταυγάσαι τὸ σκότος· καὶ λόγῳ ὄντι, ἀνακαινίσαι τὸ λογικόν. Ὡς γοῦν παρεδόθη αὐτῷ τὰ πάντα, καὶ γέγονεν ἄνθρω πος, εὐθὺς διορθώθη καὶ ἐτελειώθη τὰ ὅλα· ἡ γῆ ἀντὶ κατάρας εὐλόγηται, ὁ παράδεισος ἠνοίγη τῷ λῃστῇ, ὁ ᾅδης ἔπτηξε, καὶ τὰ μνημεῖα ἠνοίγη, ἐγειρομένων τῶν νεκρῶν, αἱ πύλαι τοῦ οὐρανοῦ ἐπήρθησαν, ἵν' ὁ ἐξ Ἐδὼμ παραγένηται. Ἀμέλει τὸ πῶς παρεδόθη αὐτῷ πάντα, σημᾶναι θέλων αὐτὸς ὁ Σωτὴρ, ἐπήγαγεν εὐθὺς, ὡς ὁ Ματθαῖός φησιν· ∆εῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· παρεδόθητε γάρ μοι, ἵνα κοπιάσαντας ἀναπαύσω, καὶ νεκρωθέντας ζωοποιήσω. Συνᾴδει δὲ τούτῳ καὶ τὸ παρὰ τῷ Ἰωάννῃ κείμενον· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα

1