Homilia in illud: Euntem autem illo

 δοκιμάζειν καὶ τὰ νοητὰ κατέχειν καὶ τὰ μὲν αἱρεῖσθαι, τῶν δὲ πόρρω γενέσθαι; 2.11 ὡς «δόκιμοι τραπεζῖται» τὸ καλὸν ἐκλεξώμεθα, «ἀπὸ παντὸς εἴδους πον

 πενίαν, ἀλλὰ μέτρησόν μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη.» 4.8 σοφίας δὲ μᾶλλον ἐπεμελεῖτο. διὸ βοᾷ καὶ λέγει· «εἱλόμην αὐτὴν ἔχειν ἀντὶ» χρυσίου καὶ ἀργυρί

 «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα.» 6.9 καὶ ἄγγελοι οὖν αὐτῷ μαθητευόμενοι διακονοῦσι· «καὶ ἰδού», φησίν, «προσῆλθον ο

 ἐὰν δὲ λέγω Ἀδάμ, πᾶσα ἡ ἀνθρωπότης ἐστίν. 8.10 οὗτος οὖν ὁ πῶλος πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας θηρίοις ἦν ὑποβεβλημένος καθὼς καὶ πρὸ τούτου ὑπεθέμεθ

Homilia in illud: Euntem autem illo

Τοῦ αὐτοῦ Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, εἰς τό· «πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ·» «ὁ δὲ πλεῖστος ὄχλος» ἔχαιρε «χαρὰν μεγάλην» καὶ ἔκραζεν· «ὠσαννὰ ἐν

τοῖς ὑψίστοις.» 1.1 Ἐὰν τὰ καθ' ἕκαστα τῶν ἐξ ἀρχῆς γενομένων πραγμάτων σκοπήσωμεν, ἄπειρά ἐστιν. εἰ οὖν τῶν βλεπομένων καὶ γενομένων παρὰ τοῦ θεοῦ μνησθῆναί τις οὐ δύναται, πῶς ἂν τὰ κεκρυμμένα αὐτοῦ κατα νοῆσαί τις δυνηθείη; 1.2 «τὰ γὰρ πλείονα,» φησί, «τῶν ἔργων τοῦ θεοῦ ἐν ἀποκρύφοις ἐστίν.» οὐκοῦν ἐστιν ἔργα τοῦ θεοῦ ἀόρατα ἅτινα «ἐν ἀποκρύφοις» τυγχάνει, περὶ ὧν καὶ ὁ θεσπέσιος ἀπόστολος συμμαρτυρεῖ καὶ λέγει· «τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται.» ἀληθῶς γὰρ «ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.» 1.3 ἀμέλει καὶ ὁ προφήτης τῆς αὐτῆς ἐχόμενος γνώμης ἔλεγε· «κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.» 1.4 ζητήσωμεν οὖν καὶ ἡμεῖς «πρῶτον τὴν βασιλείαν αὐτοῦ, καὶ» οὕτω «ταῦτα πάντα προστεθήσεται» ἡμῖν· οὕτω γὰρ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ χριστὸς ἐν εὐαγγελίοις διδάσκει λέγων· «ζητεῖτε καὶ εὑρήσετε.» 1.5 ζητοῦμεν δὲ ἡμεῖς οὐ μαργαρίτας οὐδὲ ὑακίνθους, ἅπερ οἱ ἀπει ρόκαλοι τεθαυμάκασιν· ἀλλὰ ζητοῦμεν «θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην,» «ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν,» φησίν, «οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.» 1.6 αὕτη δέ ἐστιν ἡ σοφία, περὶ ἧς καὶ ὁ Σολομὼν ἔλεγεν ἐν προφητείᾳ· «ἐξαπόστειλόν μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν·» 1.7 ὅτι δὲ ὁ Χριστὸς καὶ σοφία κηρύσσεται, μαρτυρήσει μοι ὁ Παῦλος λέγων· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία.» 1.8 «ζητεῖτε οὖν πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ» οὕτω «ταῦτα πάντα προσ τεθήσεται ὑμῖν.» 1.9 τὰ γὰρ ἑπόμενα τῶν ἡγουμένων δεύτερα τυγχάνει· κἂν γὰρ ἔχῃ λόγον ἡ κατὰ τὸν νόμον σκιά, ἀλλὰ τῶν μελλόντων ἀγαθῶν ἀρραβών ἐστιν. 2.1 Ἰουδαῖοι τοιγαροῦν μέχρι σήμερον τῷ γράμματι μᾶλλον ἢ τῷ πνεύματι προσέχοντες ἐπλανήθησαν. ἄκουε γὰρ αὐτῶν λεγόντων· «οὗτος ὁ ἄνθρωπος τὸν νόμον ἦλθε καταλῦσαι καὶ τὰ σάββατα.» 2.2 ἀλλ' ἐὰν πτωχὸς λέγῃ κατὰ χρημάτων, οὐ πιστευθήσεται· οὐδ' ἂν ἀκόλαστος περὶ σωφροσύνης, ἀληθὴς αὐτοῦ ἔσται ἡ μαρτυρία. 2.3 οὐ γὰρ ἐκ δια θέσεως περὶ τούτων διαβεβαιοῦνται· ὁ μὲν γὰρ τὸ μὴ ἔχειν καταπο φαίνεται τοῦ πλούτου· ὁ δὲ μὴ ἐνεργήσας τῇ ἐγκρατείᾳ, μηδὲ μετὰ πόνου σωφροσύνην ἀσκήσας, χλευάζει τοὺς ἐπιποθοῦντας. 2.4 ἀμέλει ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς διελέγχων αὐτῶν τὴν ἄνοιαν ἔλεγεν· «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον οὐδὲ τοὺς προφήτας ἀλλὰ πληρῶσαι.» 2.5 διὸ καὶ ὁ μακάριος Παῦλος γράφει λέγων· «πλήρωμα οὖν νόμου ὁ Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» 2.6 κατα σκεψώμεθα οὖν βαθύτερον περὶ τῶν μαθητῶν, ἀγαπητοί· κατασκεψώμεθα δὲ ἐν τῇ κυρίως καὶ ἄνευ προσθήκης σοφίᾳ καλουμένῃ. 2.7 αὕτη γὰρ γνῶσιν ἔχει θείων μυστηρίων· αὕτη ἐν τῇ διανοίᾳ ἡμῶν ὡς ἐν οἴκῳ κατοικεῖ, ἐὰν μάλιστα καθαρὸς τυγχάνῃ, περὶ τὰ νοητὰ ἀσχολούμενος. 2.8 «εἰς» γὰρ «κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας.» «καθαρίσωμεν» οὖν «ἑαυτούς, ἀγαπητοί, ἀπὸ παντὸς μολυσμοῦ,» ψυχῆς καὶ σώματος. 2.9 ἀκούσωμεν τοῦ προφήτου βοῶντος· «ἁγνίσατε χεῖρας, ἁμαρτωλοί, καθαρίσατε καρδίας, δίψυχοι.» 2.10 οὕτω γὰρ τίς δυνηθείη καὶ τὰ αἰσθητὰ

1