Homilia in Canticum canticorum

 μᾶλλον δὲ ὁ Κύριος διὰ Σολομῶντος, ὅτι Τρία εἴδη ἐμίσησεν ἡ ψυχή μου, γέροντα μοιχὸν, καὶ πτωχὸν ὑπερήφανον, 27.1353 καὶ πλούσιον ψεύστην· ὁρᾷς, ὅτι μ

 καὶ ἐλέγετο καθ' ἡμῶν τοῦτο, ὅτι, Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. Ἐν κακοῖς γὰρ ἦμεν τότε, οὐκ ἐβλέπομέν σε· νῦν δὲ ὅτε εἴδομεν, ὅτι ἐξεγέρθη ὁ βοῤῥᾶς

 τὸν μνηστευθέντα τὴν ψυχήν. Τοῦτο γὰρ καὶ Παῦλος ἔλεγεν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὅταν δὲ καὶ ἀδελφὴν αὐτὴν ὀνομά

 27.1361 καὶ εὐθέως λέγει· Φάγετε, οἱ πλησίον μου, καὶ πίετε, καὶ μεθύσθητε, ἀδελφοί. Ἰδὲ τὸν Σωτῆρα πῶς νηπίοις παραγγέλλει φαγεῖν· τοῖς δὲ μείζοσι λέ

Homilia in Canticum canticorum

Τοῦ αὐτοῦ Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τὸ Ἆσμα τῶν ᾀσμάτων.

Ποθητοὶ οἱ λόγοι καὶ ἐράσμιοι, καὶ εἰς οὐρανοὺς ἀνάγοντες, καὶ πτεροποιοῦντες τοὺς πιστούς. Πτεροποιοῦσι γὰρ ἀληθῶς αἱ θεῖαι Γραφαὶ τοὺς πιστοὺς τῷ πόθῳ τῶν οὐρανίων. Τοῦτον γὰρ τὸν πόθον ἔχων εἷς τις τῶν ἁγίων ἔλεγε· Τίς δῴη μοι πτέρυ γας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι, καὶ κα ταπαύσω; Ὁ πόθος τῶν οὐρανίων αὐτὸν εἷλκε, καὶ ἐπτεροποιεῖτο αὐτὸν τῶν ἁγίων ὁ νοῦς, ἐπιλανθανομένων τῶν γηίνων καὶ τῶν ἐπουρανίων μεριμνώντων. Τὸν γὰρ νοῦν ἑαυτῶν δόντες εἰς τὸν οὐρανὸν, καὶ ποθοῦντες τὰ οὐράνια, ἐπελανθάνοντο τῶν γηίνων. Τοῦ τον γὰρ τὸν πόθον ἔχων καὶ Παῦλος ὁ ἀπόστολος ἔλε 27.1352 γε· Κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Ὁρᾷς τοὺς ἁγίους πτεροποιουμένους; Πτε ροποιοῦσι γὰρ αὐτοὺς ἀληθῶς οἱ λόγοι οὗτοι. Τίνων γὰρ οὐκ ἐπτεροποιήθη ὁ νοῦς ἀκηκοότων τοῦ ἀναγνώ σματος; Ἰδὲ γὰρ τὸν πόθον τῆς μακαρίας ψυχῆς ταύ της λεγούσης· Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νό τε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώ ματά μου. Ἰδὲ τὴν πεποίθησιν τῆς μακαρίας ταύτης ψυχῆς, πῶς θαῤῥοῦσα ἑαυτῇ ἐκκαλεῖται τοὺς πειρα σμοὺς πρὸς δοκιμασίαν ἑαυτῆς. Ἐξεγέρθητι, λέγει, βοῤῥᾶ, καὶ ἔρχου, νότε. Ὃ λέγει τοιοῦτόν ἐστιν· Ἐγὼ ἐστήριγμαι ἐπὶ τὴν πέτραν, ἐρχέσθωσαν οἱ ἄνεμοι καὶ προσβαλλέτωσάν μοι, ὁ μὲν εἷς ἐν τούτῳ τῷ μέρει, καὶ ὁ ἄλλος ἐν τῷ ἄλλῳ μέρει· ἐγὼ οὐ φοβοῦμαι οὐδένα· ἔχω τὴν πέτραν τὴν βαστάζουσάν με· τὴν γὰρ οἰκίαν μου ἐπὶ τὴν πέτραν ᾠκοδόμησα, καὶ ἐν τῷ ἐλθεῖν τοὺς ἀνέμους οὐκ ἐφοβήθην. Θέλεις δὲ γνῶναι τίς ἐστιν ἡ πέτρα, ἐφ' ἧς ἕστηκεν αὐτὴ ἡ μακαρία ψυχή; ἄκουε τοῦ Παύλου πῶς ἑρμηνεύει αὐτὴν καὶ λέγει· Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἐπὶ ταύτης τῆς πέτρας στήκουσα οὐ πτοεῖται, ἀλλὰ καὶ τὸν ἀπὸ βοῤῥᾶ ἐρχόμενον διάβολον οὐ φοβεῖται, οὐδὲ πάλιν τὸν ἐκ νότου. Ὅσον γὰρ τεθεμελίωμαι καὶ ἕστη κα ἐπὶ τὴν πέτραν, οὐδὲν φοβοῦμαι· κἂν ἀπειλῇ μοι θάνατον, οὐ πτοοῦμαι, οὐ φοβοῦμαι διωγμόν. Ἕτοιμός εἰμι τοῦ ὁμολογῆσαι· οὐ φοβοῦμαι λιμὸν, ἔχων τὸν ἐνδυναμοῦντά με Λόγον· καὶ λέγω κἀγὼ κατὰ τὸν μακαριώτατον Παῦλον· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με, Χριστῷ. Θλίψις μοι ἐὰν ἔλθῃ, ὑπομένω αὐτήν· διωγμὸς ἐὰν ἔλθῃ μοι, μαρτυρῶ· λιμὸς ἐὰν ἔλθῃ μοι, ἔχω τὸν τρέφοντά με Λόγον· μάχαιρα ἐὰν ἔλθῃ, ἔχω τὸν ὑπὲρ πᾶσαν μάχαιραν δίστομον τὸν διικνούμενον μέχρις ἁρμῶν τε καὶ μυελῶν· ἡδο νὴ σαρκὸς ἐὰν ἔλθῃ μοι, τῇ διστόμῳ μαχαίρᾳ ἀπο τέμνω αὐτὴν, καὶ ἀποβάλλω καὶ εὐνουχίζω ἐμαυτόν· οὐ μάχαιραν ἐπιβάλλων, καθάπερ τινὲς τῶν ἀνθρώ πων ποιοῦσιν, ἀλλὰ, καθὼς εἶπεν ὁ Κύριος, ὅτι· Εἰ σὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄνθρωποι μὲν γὰρ ἀνθρώ πους εὐνουχίζουσιν οὐ διὰ τὴν βασιλείαν τῶν οὐρα νῶν, ἀλλὰ διὰ τὴν βασιλείαν τῶν γυναικῶν ἑαυτῶν καὶ διὰ τήρησιν, καὶ διὰ ὑπερηφανίαν. Θέλεις δὲ ἀκοῦσαι τίνες εἰσὶν οἱ εὐνουχίσαντες ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν; ἰδοὺ Ἰωσὴφ διὰ τὴν βασι λείαν τῶν οὐρανῶν εὐνούχισεν ἑαυτόν· κρατηθεὶς γὰρ ὑπὸ τῆς δεσποίνης εἰς τὸν κοιτῶνα, καὶ μηδενὸς ὄν τος ἐν τῷ τόπῳ, κἀκείνης ἀναγκαζούσης τοῦ τελέσαι τὴν ἑαυτῆς ῥᾳθυμίαν, αὐτὸς εὐνούχισε μὴ συγκα ταθέμενος αὐτῇ. Τοῦτο δὲ καὶ ἡ μακαρία Σουσάννα πεποίηκεν, εὑρεθεῖσα μόνη ἐν τῷ παραδείσῳ· κατασχόντες γὰρ αὐτὴν οἱ δύο πρεσβύτεροι, θέλοντες μοιχευθῆναι αὐ τὴν, παράνομοι γέροντες οἱ μισητοὶ παρὰ τῷ Κυρίῳ· τούτοις δὲ καὶ Σολομὼν ἔλεγεν,

1