Historia de Melchisedech

 λέγει τῷ Μελχισεδέκ· Οὐ κλαίεις τὸν ἀδελφόν σου, ὅτι μετὰ τοσοῦτον κάματον ἀπέρ χεται σφαγῆναι; Καὶ ταῦτα ἀκούσας παρ' αὐτῆς ἔκλαυσε, καὶ λέγει τῇ μητ

 Μελχισεδὲκ,» ἐπειδὴ τύπος ἐγένετο τῆς ἁγίας προσφορᾶς, ἐπιδεδωκὼς τῷ Ἀβραὰμ, καὶ τοῖς τιηʹ. Οὕτω τε καὶ οἱ ἅγιοι Πατέρες κατὰ καιροὺς εὑρέθησαν ἐν τῇ

Historia de Melchisedech

ΤΟΥ ΑΥΤΟΥ, ∆ΙΑ ΤΙ ΕΚΛΗΘΗ Ο ΜΕΛΧΙΣΕ∆ΕΚ «ΑΠΑΤΩΡ, ΑΜΗΤΩΡ ΚΑΙ ΑΓΕΝΕΑΛΟΓΗ ΤΟΣ.»

Ἱστορία εἰς τὸν Μελχισεδέκ.

Ἐν τῷ καιρῷ ἐκείνῳ ἦν τις βασίλισσα Σαλὴμ, κατὰ τὸ ὄνομα τῆς πόλεως· ἐγέννησε δὲ τὸν Σαλαάδ. Σαλαὰδ δὲ ἐγέννησε Μελχί. Μελχὶ δὲ ἔσχε γυναῖκα κατὰ τὸ ὄνομα αὐτῆς Σαλήμ· ἔτεκε δὲ αὐτῷ δύο υἱοὺς, ἕνα καλούμενον τὸν Μελχὶ, καὶ ἕτερον Μελχισεδέκ. Ἦν δὲ ὁ πατὴρ αὐτῶν Ἕλλην, ἄσωτος, θυσίας ἐπιτελῶν τοῖς εἰδώλοις. Συνέφθασε δὲ καιρὸς ἐπιτήδειος τοῦ θυσιάζειν τοῖς εἰδώλοις· ἦν γὰρ θυσιάζων ἐν τῷ δωδεκαθέῳ· καὶ λέγει Μελχὶ ὁ βασιλεὺς τῷ ἑαυτοῦ υἱῷ Μελχισεδέκ· Λάβε μετὰ σοῦ ἐκ τῶν παιδαρίων, καὶ ἄπελθε εἰς τὸ βουκόλιον, καὶ πρόσαγέ μοι ἑπτὰ μόσχους, ἵνα θύσωμεν τοῖς θεοῖς. Ἀπερχόμενος οὖν ὁ Μελχισεδὲκ, ἔννοια θεϊκὴ ἐπῆλθεν αὐτῷ κατὰ τὴν ὁδὸν, καὶ ἀτενίσας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἰς τὸν οὐρανὸν, ἠτένιζε τῷ ἡλίῳ, καὶ ἐνεθυμεῖτο περὶ τῆς σελήνης καὶ τῶν ἄστρων· καὶ ἐν ἑαυτῷ γενόμενος εἶπεν· Εἴ τις ἐποίησε τὸν οὐρανὸν, τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ τὰ ἄστρα, ἐκείνῳ ὀφείλει δοθῆναι ἡ θυσία τῷ κτίσαντι αὐτά. Ἔκδηλόν με ποιοῦσι τὰ σημεῖα τοῦ οὐρανοῦ, ὅτι ὁ κτίστης αὐτῶν, ἐπάνω αὐτῶν ἐπαναπαύεται, ἄφθαρτος, ἀόρατος, ἀθάνατος μόνος Θεὸς ὑπάρχων ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ἐπιστάμενος βλασφημίας καρδιῶν· αὐτός ἐστιν ἀληθινὸς Θεός· αὐτῷ ὀφείλει δοθῆναι ἡ θυσία. Ἀπέλθω οὖν πρὸς τὸν πατέρα μου, καὶ συγγνωμήσομαι αὐτῷ· ἴσως ἀκούσεταί μου. Ἀνέλυσε δὲ ὁ Μελχισεδὲκ, μηδὲν ἀπο φέρων. Ἰδὼν δὲ αὐτὸν ὁ πατὴρ αὐτοῦ, λέγει αὐτῷ· Ποῦ εἰσιν οἱ μόσχοι; Ὁ δὲ Μελχισεδὲκ λέγει αὐτῷ· Μὴ ὀργίζου, πάτερ βασιλεῦ, ἀλλ' ἄκουσόν μου. Ὁ δὲ εἶπε· Τί ἔχεις εἰπεῖν, εἰπὲ διὰ τάχους. Ὁ δὲ Μελχισεδὲκ λέγει· ∆εῦρο, τὴν θυσίαν, ἣν ἔχομεν δοῦναι, μὴ δῶμεν αὐτὴν τοῖς θεοῖς τούτοις· οὗτοι γὰρ οὐ φαίνονταί μοι θεοί· ἀλλὰ μᾶλλον δῶμεν θυσίαν τῷ ἐπαναπαυομένῳ ἐπάνω τῶν οὐρανῶν. Αὐτὸς γὰρ Θεὸς θεῶν. Ὁ δὲ πατὴρ αὐτοῦ ὀργισθεὶς λέγει αὐτῷ· Πορεύου· ἄγαγε ἃ εἶπόν σοι· ἐπεὶ οὐ ζήσῃ. Ἀπιόντος δὲ αὐτοῦ πάλιν τοῦ Μελχισεδὲκ εἰς τὸ βουκόλιον, εἰσῆλθεν ὁ βασιλεὺς Σαλὴμ Μελχὶ πρὸς Σαλὴμ τὴν γυναῖκα αὐτοῦ, λέγων αὐτῇ· ∆εῦρο, 28.528 δῶμεν θυσίαν ἕνα τῶν υἱῶν ἡμῶν. Ἡ δὲ γυνὴ αὐτοῦ, ἀκούσασα, ἔκλαυσε πικρῶς· ἔγνω γὰρ, ὅτι προφάσει θέλει ὁ βασιλεὺς φονεῦσαι τὸν Μελχισεδὲκ, ὅτι ὠνείδισεν αὐτῷ ἐπὶ τὴν θυσίαν. Καὶ ἀνεστέναζεν ἡ βασίλισσα, καὶ εἶπεν· Οἴμοι, ἐκοπίασα καὶ ἐμόχθησα εἰς κενόν. Ἰδὼν δὲ αὐτὴν ὁ βασιλεὺς, εἶπεν αὐτῇ· Μὴ κλαῖε, ἀλλὰ δεῦρο λάχωμεν· καὶ ἐὰν λάχῃ μοι, ἐπιλέγομαι ὃν θέλω, καὶ δώσω αὐτὸν θυσίαν τοῖς θεοῖς ἡμῶν· εἰ δὲ λάχῃ σοι, ἐπίλεξαι ὃν ἂν θέλῃς, καὶ παραφύλαττε αὐτόν. Τοῦτο δὲ ἔλεγε, δοκῶν κατα λαγχάνειν τῷ ἱερεῖ· καὶ βαλόντες κλῆρον, ἔλαχεν ἡ βασίλισσα, καὶ ἐπελέξατο τὸν Μελχισεδὲκ, ὃν ἠγάπα. Ὁ δὲ βασιλεὺς Σαλὴμ, ἡττηθεὶς παρὰ τῆς γυναικὸς αὐτοῦ, τὸν λαχόντα αὐτῷ υἱὸν ηὐτρέπισεν εἰς θυσίαν· ἐφοβεῖτο γὰρ προσκροῦσαι τοῖς θεοῖς αὐτοῦ. Καὶ ἐλθὼν ὁ Μελχισεδὲκ, ἤνεγκε τοὺς ἑπτὰ μόσχους. Λαβὼν δὲ ὁ πατὴρ τὸν λαχόντα αὐτῷ υἱὸν, ἐπορεύετο ἐπὶ τὸν ναὸν τῶν εἰδώλων ἐν τῷ δωδεκαθέῳ· συνῆλθον δὲ ἐπὶ τῇ θυσίᾳ φγʹ παῖδες ὑπὸ τῶν ἰδίων πατέρων προσφερόμενοι· καὶ ἄλλοι τριακόσιοι παρὰ τῶν μητέρων, καὶ βόες καὶ πρόβατα ἀναρίθμητα, καὶ ἐγένετο ἡ θυσία ἕτοιμος. Σαλὴμ δὲ ἡ μήτηρ τοῦ Μελχισεδὲκ, καθημένη ἐν τῷ οἴκῳ αὐτῆς, ἀνεβόησε φωνῇ μεγάλῃ καὶ

1