Epistula ad monachos

 παρ' ἑτέρων ἔγνωτε. «ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει»; καὶ ὃν ὁ κύριος κατέκρινε, τίς ὁ δικαιῶν; τίς γὰρ ἐκ τοῦ τοιούτου γενομένου σ

Epistula ad monachos

Τοῦ αὐτοῦ Τοῖς ἁπανταχοῦ κατὰ τόπον τὸν μονήρη βίον ἀσκοῦσι καὶ ἐν πίστει θεοῦ

ἱδρυμένοις ἡγιασμένοις τε ἐν Χριστῷ καὶ λέγουσιν «ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι» ἀγαπητοῖς καὶ ποθεινοτάτοις

ἀδελφοῖς ἐν κυρίῳ πλεῖστα χαίρειν. 1.1 Τῇ μὲν ὑμετέρᾳ διαθέσει πεισθεὶς καὶ πολλάκις παρ' ὑμῶν προτραπεὶς ἔγραψα δι' ὀλίγων περὶ ὧν πεπόνθαμεν ἡμεῖς τε καὶ ἡ ἐκκλησία καὶ ὡς δύναμίς μοι διελέγχων τὴν μυσαρὰν αἵρεσιν τῶν Ἀρειομανιτῶν καὶ δεικνύς, ὅσον ἐστὶν ἀλλοτρία τῆς ἀληθείας αὕτη. ὃ δὲ πέπονθα γράφων, ἀναγκαῖον ἡγησάμην δηλῶσαι τῇ εὐσεβείᾳ ὑμῶν, ἵνα καὶ ἐκ τούτου μάθητε, πῶς ἀληθῶς εἴρηκεν ὁ μακάριος ἀπόστολος «ὦ βάθος πλούτου καὶ σοφίας καὶ 1.2 γνώσεως θεοῦ», καὶ συγγνῶτε κἀμοὶ ἀνθρώπῳ ἀσθενεῖ τὴν φύσιν ὄντι. ὅσον γὰρ ἐβουλόμην γράφειν καὶ νοεῖν ἐβιαζόμην ἐμαυτὸν περὶ τῆς θεότητος τοῦ λόγου, τοσοῦτον ἡ γνῶσις ἐξανεχώρει μακρὰν ἀπ' ἐμοῦ καὶ ἐγίνωσκον ἐμαυτὸν τοσοῦτον ἀπολιμπανόμενον, ὅσον ἐδόκουν καταλαμβάνειν. καὶ γὰρ οὐδὲ ὃ ἐδόκουν νοεῖν ἠδυνάμην γράφειν, ἀλλὰ καὶ ὃ ἔγραφον ἔλαττον ἐγίνετο τῆς ἐν τῇ διανοίᾳ γενομένης κἂν βραχείας τῆς ἀληθείας σκιᾶς.

2.1 Ὁρῶν τοίνυν ὡς ἐν τῷ Ἐκκλησιαστῇ γέγραπται ὅτι «εἶπα· σοφισθήσομαι, καὶ αὕτη ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν καὶ βαθὺ βάθος· τίς εὑρήσει αὐτό;» καὶ τὸ ἐν τοῖς Ψαλμοῖς· «ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν», καὶ ὁ Σολομών φησι· «δόξα θεοῦ κρύπτει λόγον», πολλάκις ἐβουλευσάμην ἐπισχεῖν καὶ παύσασθαι τοῦ γράφειν· ναὶ πιστεύσατε. ἵνα δὲ μὴ δόξω μηδὲ ὑμᾶς λυπεῖν μήτε ἐκείνους 2.2 τοὺς παρ' ὑμῖν ζητήσαντας καὶ φιλονεικήσαντας ἐπιτρίβειν εἰς τὴν ἀσέβειαν ἐκ τοῦ σιωπᾶν, ἐβιασάμην ἐμαυτὸν ὀλίγα γράψαι, καὶ ταῦτα ἀπέστειλα τῇ ὑμετέρᾳ θεοσεβείᾳ. εἰ γὰρ καί, ὡς ἔστιν ἡ τῆς ἀληθείας κατάληψις, μακράν ἐστι νῦν ἀφ' ἡμῶν διὰ τὴν τῆς σαρκὸς ἀσθένειαν, ἀλλὰ δυνατόν, ὡς εἶπεν αὐτὸς ὁ Ἐκκλησιαστής, «γνῶναι τῶν ἀσεβῶν τὴν ἀφρο 2.3 σύνην καὶ εὑρόντα ταύτην εἰπεῖν πικροτέραν ὑπὲρ θάνατον εἶναι». τούτου γοῦν χάριν ὡς τοῦτο γινώσκων καὶ δυνάμενος εὑρεῖν ἔγραψα εἰδὼς ὡς τοῖς πιστοῖς ἡ τῆς ἀσεβείας κατάγνωσις αὐτάρκης πρὸς εὐσέβειάν ἐστι γνῶσις. καὶ γὰρ εἰ μὴ δυνατὸν καταλαβέσθαι τί ἐστι θεός, ἀλλὰ δυνατὸν εἰπεῖν, τί οὐκ ἔστιν. οἴδαμεν δὲ ὅτι οὐχ ὡς ἄνθρωπός 2.4 ἐστι καὶ ὅτι οὐδὲν τῶν γενητῶν θέμις ἐπινοεῖν ἐν αὐτῷ. οὕτω δὴ καὶ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, εἰ καὶ πολὺ τοῦ καταλαβεῖν μακράν ἐσμεν τῇ φύσει, ἀλλὰ δυνατὸν καὶ εὔκολον καταγνῶναι τῶν προφερομένων παρὰ τῶν αἱρετικῶν καὶ εἰπεῖν, ὅτι οὐκ ἔστι ταῦτα υἱὸς ὁ τοῦ θεοῦ οὐδὲ θέμις περὶ τῆς θεότητος αὐτοῦ τοιαῦτα κἂν ἐννοεῖν οἷα λέγουσιν ἐκεῖνοι, μήτιγε καὶ φθέγγεσθαι διὰ χειλέων.

3.1 Οὕτω τοίνυν, ὅσον ἠδυνήθην, ἐγὼ μὲν ἔγραψα, ὑμεῖς δέ, ἀγαπητοί, δέξασθε ταῦτα μὴ ὡς τελείαν ἔχοντα τὴν ἑρμηνείαν περὶ τῆς τοῦ λόγου θεότητος, ἀλλ' ὡς μόνον ἐλέγχοντα μὲν τὴν ἀσέβειαν τῶν χριστομάχων, ἔχοντα δὲ καὶ διδόντα τοῖς βουλομένοις ἀφορμὴν εἰς εὐσέβειαν τῆς ὑγιαινούσης ἐν Χριστῷ πίστεως. εἰ δέ τι παραλέλειπται (πάντα δὲ νομίζω παραλελεῖφθαι), συγγινώσκετε μετὰ συνειδήσεως καθαρᾶς καὶ μόνον ἀποδέξασθε 3.2 τὸ τολμηρὸν τῆς εἰς εὐσέβειαν προθέσεως. εἰς γὰρ τελείαν κατάγνωσιν τῆς αἱρέσεως τῶν Ἀρειανῶν αὐτάρκης ἡ περὶ τοῦ θανάτου Ἀρείου γενομένη παρὰ τοῦ κυρίου κρίσις, ἣν ἤδη φθάσαντες καὶ

1