1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

1

Epistula ad episcopos Aegypti et Libyae

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, ΠΡΟΣ ΤΟΥΣ ΕΠΙΣΚΟΠΟΥΣ ΑΙΓΥΠΤΟΥ ΚΑΙ ΛΙΒΥΗΣ

ΕΠΙΣΤΟΛΗ ΕΓΚΥΚΛΙΟΣ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ. Πάντα μὲν ὅσα ὁ Κύριος ἡμῶν καὶ Σωτὴρ Ἰησοῦς Χριστὸς, ὡς ἔγραψεν ὁ Λουκᾶς, πεποίηκέ τε καὶ ἐδίδαξεν, εἰς τὴν ἡμετέραν φανεὶς σωτηρίαν διεπράξατο· ἦλθε γὰρ, ὡς ὁ Ἰωάννης φησὶν, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Ἔστι δὲ μετὰ πάντων καὶ τοῦτο θαυμάσαι τῆς ἀγαθότητος αὐτοῦ, ὅτι καὶ περὶ τῶν πρὸς ἡμᾶς μαχομένων οὐ παρεσιώπησεν, ἀλλὰ καὶ μάλα προείρηκεν, ἵνα, ἐπειδὰν ἐκεῖνα παραγένηται, εὐθέως εὑρεθῶμεν ἠσφαλισμένην ἔχοντες τὴν διάνοιαν ἐκ τῆς ἐκείνου διδασκαλίας, λέγοντος· Ἐγερθήσονται ψευδο 25.540 προφῆται καὶ ψευδόχριστοι, καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανᾶσθαι, εἰ δυ νατὸν, καὶ τοὺς ἐκλεκτούς· ἰδοὺ προείρηκα ὑμῖν. Τὰ μὲν γὰρ ἐν ἡμῖν ἀποτεθέντα μαθήματά τε καὶ χαρίσματα παρ' αὐτοῦ πολλὰ καὶ ὑπὲρ ἄνθρωπόν ἐστιν· οὐρανίου γὰρ πολιτείας τύπος, καὶ δύνα μις κατὰ δαιμόνων, υἱοποίησίς τε καὶ τὸ ὑπὲρ πᾶν χάρισμα καὶ ἐξαίρετον, ἡ περὶ τοῦ Πατρὸς γνῶ σις καὶ αὐτοῦ τοῦ Λόγου, καὶ δωρεὰ Πνεύματος ἁγίου. Ἡ δὲ τῶν ἀνθρώπων διάνοια ἐπιμελῶς ἐπὶ τὰ πο νηρὰ ἔγκειται· καὶ μὴν ὁ ἀντίδικος ἡμῶν διάβο λος, φθονῶν ἐπὶ τοῖς τοσούτοις ἡμῖν ἀγαθοῖς γενομέ νοις, περιέρχεται ζητῶν ἁρπάσαι τὰ εἰς ἡμᾶς τοῦ Λόγου σπέρματα. ∆ιὰ τοῦτο γοῦν, ὥσπερ ἴδια κειμήλια τὰ μαθήματα σφραγίζων ἐν ἡμῖν διὰ τῆς προῤῥήσεως, ἔλεγεν ὁ Κύριος· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι· καὶ ὁ καιρὸς ἤγγικε, καὶ πολλοὺς πλανήσουσι· μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. Μέγα τι χάρισμα δέδωκεν ἡμῖν ὁ Λόγος, ὥστε μὴ ἐκ τῶν φαινομένων ἀπατᾶ σθαι, ἀλλὰ καὶ μᾶλλον, κἂν ταῦτα κεκαλυμμένα τυγχάνῃ, διακρίνειν τῇ τοῦ Πνεύματος χάριτι. Ἐπειδὴ γὰρ ὅλος ἐστὶ μισητὸς ὁ τῆς κακίας εὑρετὴς καὶ μέ γας δαίμων ὁ διάβολος, μόνον τε φαινόμενος βάλλεται παρὰ πάντων, ὡς ὄφις, ὡς δράκων, ὡς λέων ζη τῶν τινας ἁρπάσαι καὶ καταπιεῖν· διὰ τοῦτο ὃ μὲν ἔστιν αὐτὸς, ὑποκρύπτει καὶ σκέπει, τὸ δὲ παρὰ πάντων ποθούμενον ὄνομα ὑποκρίνεται πανούργως, ἵνα, ἀπατήσας τῇ φαντασίᾳ, λοιπὸν τοὺς πλανηθέντας τοῖς ἰδίοις περιπείρῃ δεσμοῖς. Καὶ ὥσπερ ἂν εἴ τις, ἀνδραποδίσασθαι θέλων ἀλλοτρίους παῖδας, ἀποδημούντων τῶν γονέων, ὑποκρίνηται τὰς ἐκείνων ὄψεις, καὶ ποθοῦντας τοὺς υἱοὺς ἀπατήσῃ, καὶ λοιπὸν ἀπαγαγὼν αὐτοὺς μακρὰν, ἀπολέσῃ· τὸν αὐτὸν τρόπον καὶ ὁ κακοδαίμων καὶ σκολιὸς διάβολος, οὐκ ἔχων μὲν αὐτὸς παῤῥησίαν, εἰδὼς δὲ τὸν εἰς τὴν ἀλήθειαν ἔρωτα τῶν ἀνθρώπων, ὑποκρίνεται μὲν ταύτην τῇ φαντασίᾳ, τὸν δὲ ἴδιον ἰὸν ἐπιβάλλει τοῖς ἐπακολουθήσασιν αὐτῷ. Οὕτως καὶ τὴν Εὔαν ἠπάτησεν, οὐ τὰ ἴδιᾳ λα 25.541 λῶν, ἀλλ' ὑποκρινόμενος μὲν τὰ τοῦ Θεοῦ ῥήματα, τὴν δὲ διάνοιαν αὐτῶν παραποιῶν· οὕτω καὶ τὴν γυναῖκα τοῦ Ἰὼβ ὑπέβαλε, πείσας αὐτὴν ὑπο κρίνασθαι μὲν φιλανδρίαν, διδάξας δὲ βλασφημεῖν εἰς τὸν Θεόν· οὕτως τοὺς ἀνθρώπους ὁ δόλιος παίζει ταῖς φαντασίαις, ὑποκλέπτων καὶ σύρων ἕκαστον εἰς τὸν ἴδιον τῆς κακίας βόθρον. Πάλαι μὲν οὖν ἀπατήσας τὸν πρῶτον ἄνθρωπον τὸν Ἀδὰμ, καὶ νομίσας δι' ἐκείνου ὑποχειρίους ἐσχηκέναι τοὺς πάντας, ἐνήλλετο θρασυνόμενος καὶ λέγων· Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς δια φεύξεταί με, ἢ ἀντείπῃ μοι. Ὅτε δὲ ὁ Κύριος ἐπ εδήμησε, καὶ πεῖραν ἔσχεν ὁ ἐχθρὸς τῆς ἀνθρω πίνης οἰκονομίας αὐτοῦ, μὴ δυνηθεὶς ἀπατῆσαι τὴν ὑπ' αὐτοῦ φορουμένην σάρκα, τότε δὴ