Epistula ad Serapionem de morte Arii

 ἀπέψυξεν ἀμφοτέρων τε τῆς τε κοινωνίας καὶ τοῦ ζῆν ἐστερήθη. 4.1 Τὸ μὲν οὖν τέλος τοῦ Ἀρείου τοιοῦτον γέγονε· καὶ οἱ περὶ Εὐσέβιον μεγάλως αἰσχυνθέντε

Epistula ad Serapionem de morte Arii

Ἀθανάσιος Σεραπίωνι ἀδελφῷ καὶ συλλειτουργῷ ἐν κυρίῳ χαίρειν.

1.1 Ἐνέτυχον τοῖς παρὰ τῆς σῆς εὐλαβείας γραφεῖσιν, ἐν οἷς προέτρεπες ἡμᾶς τά τε καθ' ἡμᾶς καὶ νῦν γενόμενα δηλῶσαί σοι καὶ περὶ τῆς ἀσεβεστάτης αἱρέσεως τῶν Ἀρειανῶν, 1.2 δι' ἣν καὶ ταῦτα πεπόνθαμεν, καὶ ὁποῖον ἔσχε τὸ τέλος τοῦ βίου Ἄρειος. τριῶν τοίνυν ὄντων τῶν ἐπιταγμάτων τὰ μὲν δύο προθύμως ἐποίησα καὶ ἀπέστειλα τῇ σῇ θεοσεβείᾳ ἅπερ ἔγραψα τοῖς μοναχοῖς· ἐκ γὰρ τούτων τά τε καθ' ἡμᾶς καὶ τὰ κατὰ τὴν αἵρεσιν δύνασαι μαθεῖν· τὸ δὲ ἕτερον, φημὶ δὴ περὶ τοῦ θανάτου, πολλὰ μὲν ἐλογισάμην εὐλαβούμενος, μὴ ὡς ἐπεμβαίνοντά μέ τις τῷ θανάτῳ τοῦ ἀνθρώπου λογίσηται, ὅμως δέ, ἐπειδὴ διαλέξεως γενομένης παρ' ὑμῖν περὶ τῆς αἱρέσεως εἰς τοῦτο τὸ τέλος ἔληξεν ἡ ζήτησις, εἰ κοινωνήσας τῇ ἐκκλησίᾳ Ἄρειος ἐτελεύτησε, διὰ τοῦτο ὡς διαλυομένης τῆς ζητήσεως ἐκ τοῦ περὶ τοῦ θανάτου διηγήματος ἀναγκαίως δηλῶσαι ἐσπούδασα ἴσον ἡγού 1.3 μενος τὸ σημᾶναι τοῦτο καὶ τὸ παῦσαι λοιπὸν τοὺς φιλονεικοῦντας. ἡγοῦμαι γὰρ ὅτι γνωσθέντος τοῦ περὶ τοῦ θανάτου θαύματος μηκέτι μηδὲ αὐτοὺς τοὺς πρότερον ζητήσαντας τολμᾶν ἀμφιβάλλειν, ὡς θεοστυγής ἐστιν ἡ ἀρειανὴ αἵρεσις. 2.1 Ἐγὼ μὲν οὐ παρήμην ἐν Κωνσταντινουπόλει, ὅτε ἐτελεύτησεν ἐκεῖνος, Μακάριος δὲ ὁ πρεσβύτερος παρῆν, κἀκείνου λέγοντος ἤκουσα. ἐκέκλητο μὲν παρὰ Κωνσταντίνου τοῦ βασιλέως Ἄρειος ἐκ σπουδῆς τῶν περὶ Εὐσέβιον. εἰσελθόντα δὲ τὸν Ἄρειον ἀνέκρινε ὁ βασιλεύς, εἰ τὴν πίστιν τῆς καθολικῆς ἐκκλησίας ἔχει· αὐτός τε ὤμοσε πιστεύειν ὀρθῶς καὶ ἔγγραφον ἐπιδέδωκε πίστεως κρύψας μὲν ἐφ' οἷς ἐξεβλήθη τῆς ἐκκλησίας παρὰ Ἀλεξάνδρου 2.2 τοῦ ἐπισκόπου, ὑποκρινόμενος δὲ τὰς ἀπὸ τῶν γραφῶν λέξεις. ὀμόσαντα τοίνυν αὐτὸν μὴ πεφρονηκέναι ἐφ' οἷς ἐξέβαλεν Ἀλέξανδρος αὐτόν, ἀπέλυσεν εἰρηκώς· «εἰ ὀρθή σού ἐστιν ἡ πίστις, καλῶς ὤμοσας· εἰ δὲ ἀσεβής ἐστιν ἡ πίστις σου, καὶ ὤμοσας, ὁ θεὸς ἐκ τοῦ ὅρκου κρίναι τὸ κατὰ σέ.» οὕτω δὴ οὖν αὐτὸν ἐξελθόντα παρὰ τοῦ βασιλέως 2.3 ἠθέλησαν εἰσαγαγεῖν εἰς τὴν ἐκκλησίαν οἱ περὶ Εὐσέβιον τῇ συνήθει ἑαυτῶν βίᾳ. ἀλλ' ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος, ὁ μακαρίτης Ἀλέξανδρος, ἀντέλεγε φάσκων· μὴ δεῖν εἰς κοινωνίαν δεχθῆναι τὸν τῆς αἱρέσεως εὑρετήν. καὶ λοιπὸν οἱ περὶ Εὐσέβιον ἠπείλησαν ὅτι «ὥσπερ μὴ θελόντων ὑμῶν ἐποιήσαμεν αὐτὸν κληθῆναι παρὰ βασιλέως, οὕτως αὔριον, κἂν μὴ κατὰ γνώμην σοι τυγχάνῃ, συναχθήσεται Ἄρειος μεθ' ἡμῶν ἐν τῇ ἐκκλησίᾳ ταύτῃ.» σάββατον δὲ ἦν, ὅτε ταῦτα ἔλεγον. 3.1 Ὁ τοίνυν ἐπίσκοπος Ἀλέξανδρος ἀκούσας ταῦτα καὶ πάνυ λυπηθεὶς εἰσελθὼν εἰς τὴν ἐκκλησίαν τάς τε χεῖρας ἐκτείνας πρὸς τὸν θεὸν ἀπωδύρετο καὶ ῥίψας ἑαυτὸν ἐπὶ πρόσωπον ἐν τῷ ἱερατείῳ, κείμενος ἐπὶ τοῦ ἐδάφους ηὔχετο. παρῆν δὲ καὶ Μακάριος εὐχόμενος 3.2 σὺν αὐτῷ καὶ ἀκούσας τῆς φωνῆς αὐτοῦ. παρεκάλει δὲ δύο ταῦτα λέγων· «εἰ Ἄρειος αὔριον συνάγεται, ἀπόλυσον ἐμὲ τὸν δοῦλόν σου καὶ μὴ συναπολέσῃς εὐσεβῆ μετὰ ἀσεβοῦς, εἰ δὲ φείδῃ τῆς ἐκκλησίας σου (οἶδα δὲ ὅτι φείδῃ) ἔπιδε ἐπὶ τὰ ῥήματα τῶν περὶ Εὐσέβιον καὶ μὴ δῷς εἰς ἀφανισμὸν καὶ ὄνειδος τὴν κληρονομίαν σου, καὶ ἆρον Ἄρειον, ἵνα μὴ εἰσελθόντος αὐτοῦ εἰς τὴν ἐκκλησίαν δόξῃ καὶ ἡ αἵρεσις συνεισέρχεσθαι αὐτῷ καὶ λοιπὸν ἡ ἀσέ 3.3 βεια ὡς εὐσέβεια νομισθῇ.» ταῦτα εὐξάμενος ὁ ἐπίσκοπος ἀνεχώρησε πάνυ φροντίζων. καὶ γέγονέ τι θαυμαστὸν καὶ παράδοξον· τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλησάντων ὁ μὲν ἐπίσκοπος ηὔξατο, ὁ δὲ Ἄρειος ἐθάρρει τοῖς περὶ Εὐσέβιον πολλά τε φλυαρῶν εἰσῆλθεν εἰς θάκας ὡς διὰ χρείαν τῆς γαστρὸς καὶ ἐξαίφνης κατὰ τὸ γεγραμμένον «πρηνὴς γενόμενος ἐλάκησε μέσος» καὶ πεσὼν εὐθὺς

1