Epistula ad Rufinianum

Epistula ad Rufinianum

ΤΟΥ ΑΥΤΟΥ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΡΟΥΦΙΝΙΑΝΟΝ ΕΠΙΣΚΟΠΟΝ

Γ Περὶ τῶν δι' ἀνάγκην ὑποσυρέντων μέν, μὴ φθαρέντων δὲ ἐν τῇ κακοπιστίᾳ. Κυρίῳ υἱῷ καὶ ποθεινοτάτῳ συλλειτουργῷ Ῥουφινιανῷ, Ἀθανάσιος ἐν κυρίῳ χαίρειν. 77 Σὺ μὲν τὰ υἱῷ ἠγαπημένῳ πρέποντα πρὸς πατέρα γράφεις· ἐγγίσαντα γοῦν σε διὰ τοῦ γράμματος περιεπτυξάμην, πάντων ἐμοὶ ποθεινότατε Ῥουφινιανέ. Κἀγὼ δὲ ὡς υἱῷ δυνάμενος γράφειν ἔν τε προοιμίοις καὶ μέσοις καὶ τελευταίοις, ἐπέσχον, ἵνα μὴ ἐκ γραμμάτων ἡ σύστασις καὶ ἡ μαρτυρία γνωρίζηται· «σὺ γὰρ ἐμοὶ ἐπιστολή, κατὰ τὸ γεγραμμένον, ἐπιγινωσκομένη καὶ ἀναγινωσκομένη ἐν καρδίᾳ». Οὕτω τοίνυν διακείμενος, ναί, πίστευε, προσαγορεύω σε καὶ προτρέπω γράφειν· οὐ γὰρ ὀλίγως, ἀλλὰ μεγάλως εὐφραίνεις τοῦτο ποιῶν. Ἐπειδὴ δὲ φιλοκάλως καὶ ἐκκλησιαστικῶς, τοῦτο γὰρ πάλιν πρέπει τῇ σῇ εὐλαβείᾳ, ἠρώτησας περὶ τῶν δι' ἀνάγκην ὑποσυρέντων μέν, μὴ φθαρέντων δὲ ἐν τῇ κακοπιστίᾳ, καὶ ἠθέλησας γράψαι με τὰ δόξαντα περὶ αὐτῶν ἐν ταῖς συνόδοις καὶ πανταχοῦ, γίνωσκε, κύριέ μου ποθεινότατε, ὅτι ἐν ἀρχῇ μὲν παυσαμένης 78 τῆς γενομένης βίας, γέγονε σύνοδος παρόντων ἀπὸ τῶν ἔξω μερῶν ἐπισκόπων· γέγονε δὲ καὶ παρὰ τοῖς τὴν Ἑλλάδα κατοικοῦσι συλλειτουργοῖς, οὐδὲν δὲ ἧττον καὶ τοῖς ἐν Σπανίᾳ καὶ Γαλλίᾳ. Καὶ ἤρεσεν ὅπερ ὧδε καὶ πανταχοῦ, ὥστε τοῖς μὲν καταπεπτωκόσι καὶ προϊσταμένοις τῆς ἀσεβείας συγγινώσκειν μὲν μετανοοῦσι, μὴ διδόναι δὲ αὐτοῖς τόπον κλήρου· τοῖς δὲ μὴ αὐθεντοῦσι μὲν τῆς ἀσεβείας, παρασυρεῖσι δὲ δι' ἀνάγκην καὶ βίαν, ἔδοξε δίδοσθαι μὲν συγγνώμην, ἔχειν δὲ καὶ τὸν τόπον τοῦ κλήρου, μάλιστα ὅτι ἀπολογίαν πιθανὴν ἐκομίσαντο, καὶ ἔδοξε τοῦτό πως οἰκονομικῶς γεγενῆσθαι· διεβεβαιώσαντο γὰρ μὴ μεταβεβλῆσθαι εἰς ἀσέβειαν, ἵνα δὲ μὴ κατασταθέντες τινὲς ἀσεβέστατοι διαφθείρωσι τὰς ἐκκλησίας, εἵλοντο μᾶλλον συνδραμεῖν τῇ βίᾳ καὶ βαστάσαι τὸ βάρος, ἢ λαοὺς ἀπολέσθαι. Τοῦτο δὲ λέγοντες ἔδοξαν καὶ ἡμῖν 79 πιθανῶς λέγειν, διὰ τὸ καὶ προφασίζεσθαι αὐτοὺς τὸν Ἀαρών, τὸν Μωσέως ἀδελφόν, ἐν τῇ ἐρήμῳ συνδραμεῖν μὲν τῇ τοῦ λαοῦ παραβάσει, ἀπολογίαν δὲ ἐσχηκέναι, ἵνα μὴ ὁ λαὸς ὑποστρέψας εἰς Αἴγυπτον ἐπιμείνῃ τῇ εἰδωλολατρείᾳ· καὶ γὰρ ἦν φαινόμενον εὔλογον, ὅτι μένοντες μὲν ἐν τῇ ἐρήμῳ δύνανται παύσασθαι τῆς ἀσεβείας, εἰσελθόντες δὲ εἰς Αἴγυπτον ἐπετρίβοντο καὶ ηὔξανον ἐν αὐτοῖς τὴν ἀσέβειαν. Τούτου τοίνυν ἕνεκα σύγγνωστον πρὸς τὸν κλῆρον γέγονε. Τοῖς δὲ ἀπατηθεῖσι καὶ βίαν παθοῦσι συγγνώμη δίδοται. Ταῦτα καὶ τῇ σῇ εὐλαβείᾳ δηλῶ θαρρῶν, ὅτι καὶ τὰ δόξαντα ὑποδέξεταί σου ἡ θεοσέβεια, καὶ οὐ καταγνώσεται ἐκκεχειρίας τῶν συνελθόντων οὕτω. Καταξίωσον δὲ αὐτὰ ἀναγνῶναι τῷ ἱερατείῳ καὶ τῷ λαῷ τῷ ὑπὸ σέ, ἵνα καὶ αὐτοὶ γινώσκοντες μὴ μέμφωνται οὕτω σὲ διακείμενον περὶ τοὺς τοιούτους· ἀπρεπὲς γὰρ ἦν ἐμὲ γράφειν, δυναμένης τῆς σῆς εὐλαβείας καὶ τὴν ἡμῶν περὶ αὐτοὺς διάθεσιν ἀπαγ 80 γεῖλαι καὶ πάντα τὰ λείποντα ἀποπληρῶσαι. Χάρις τῷ κυρίῳ τῷ πληρώσαντί σε ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Οἱ μὲν οὖν μετανοοῦντες φανερῶς ἀναθεματιζέτωσαν ὀνομάζοντες Εὐδοξίου καὶ Εὐζωΐου τὴν κακοπιστίαν· αὐτοὶ γὰρ λοιπὸν βλασφημοῦντες αὐτὸν κτίσμα, ἀπεγράψαντο τῆς ἀρειανῆς αἱρέσεως προστάται· ὁμολογείτωσαν δὲ τὴν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν πίστιν, καὶ μηδεμίαν ἄλλην σύνοδον προκρίνειν ταύτης τῆς συνόδου. Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα· σὲ ἡ σὺν ἡμῖν ἐν κυρίῳ προσαγορεύει.

1