1

1

Epistula ad Eupsychium

26.1245.50 Ἀθανάσιος μὲν ἐν τῇ προλεχθείσῃ πρὸς Εὐψύχιον ἐπιστολῇ, ἧς ἡ ἀρχή·

Ἐφ' οἷς μὲν ᾠήθης ἡμᾶς, εὐλαβέστατε, μεθ' ἕτερά φησι· Κοινὸς ὁ τῶν προβάτων καρπός· τοῦτο δὲ τὸ νωτιαῖον θέρος, τὸ ἔριον εἰς 26.1248 κοινὴν χρῆσιν τοῖς ἅπασι προκείμενον. Ἀλλ' ὅταν τῇ ἐκ τῆς θαλάττης προσομιλήσῃ βαφῇ, προφύρα λέγεται, καὶ τῆς προσηγορίας ἀμειβομένης, καὶ τῆς χρήσεως κατ' ἐξαίρετον βασιλεῦσι μόνοις ἁρμόττειν λαχούσης. Καὶ ἔστιν ἔρια, καὶ οὐκ ἔστι· τὴν μὲν φύσιν ἐκεῖνο ὅπερ πρότερον ἦν, τὴν δὲ χρῆσιν οὐκέτι. Φεύγει γὰρ τὴν κοινότητα διὰ τὸ τοῦ χρωμένου ἀξίωμα· οὕτω γοῦν καὶ ἡ σὰρξ τῆς κοινῆς ληφθεῖσα φύσεως, ἐπειδὴ γέγονε περιβόλαιον βασιλέως, τῆς αὐτῆς ἠξιώθη δόξης τῷ χρησαμένῳ, κἂν μὴ τὴν φύσιν ἐγένετο. Ὥστε Κύριος δόξης λέγεται εἰκότως καὶ καθὸ ἄνθρωπος· τῆς μὲν καθ' αὑτὸν φύσεως προσιεμένης τὸ πάθος, τῆς δὲ ὕβρεως διαβαινούσης ἐπ' αὐτὸν τὸν ὥσπερ ἐσθῆτι χρησάμενον τῇ σαρκί. Ὥσπερ γὰρ ὁ τὴν ἁλουργίδα διαῤῥήξας, ὡς ἐπιβεβηκὼς αὐτῷ τῷ βασιλεῖ τὴν τιμωρίαν ὑπέχει· καί τοι γε οὐδὲν δεινὸν αὐτὸς πέπονθεν ὁ βασιλεὺς, τῆς δὲ πορφύρας τὸ πάθος ἐπ' αὐτὸν ἀνήνεκται· οὕτω καὶ τὸ τῆς σαρκὸς πάθος μὲν ἐν τῇ ἀπαθείᾳ τοῦ λόγου διὰ τῆς ὕβρεως ἐπ' αὐτὸν ἐληλυθέναι λέγεται. Καὶ διὰ τοῦτο Παῦλος τὸν ∆εσπότην Χριστὸν, καθὸ ἄνθρωπον Υἱὸν Θεοῦ παραδίδωσι, καὶ πρὸ τούτου Γαβριὴλ ὁ ἀρχάγγελος τὸν παράδοξον τόκον εὐαγγελιζόμενος τῇ Μαρίᾳ, Χαῖρε, φησὶ, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσουσιν αὐτὸν Ἰησοῦν· οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται. Ὥστε καλεῖται Υἱὸς Θεοῦ Ἰησοῦς, οὐκ εἰς θείαν φύσιν τῆς σαρκὸς μεταβληθείσης, ἀλλὰ τῇ πρὸς τὸν Θεὸν Λόγον ἑνώσει τὴν ὁμώνυμον ἀξίαν λαβούσης.