1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

1

De synodis Arimini in Italia et Seleuciae in Isauria

Τοῦ αὐτοῦ, ἐπιστολὴ περὶ τῶν γενομένων ἐν τῇ Ἀριμίνῳ τῆς Ἰταλίας καὶ ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας συνόδων

1.1 Ἔφθασε μὲν ἴσως καὶ παρ' ὑμᾶς ἡ ἀκοὴ περὶ τῆς καὶ νῦν θρυλουμένης συνόδου· καὶ γὰρ βασιλέως καὶ τῶν ἐπάρχων ἐφοίτησε πανταχῆ γράμματα καλοῦντα τοὺς εἰς ταύτην συνερχομένους· ἐπειδὴ δὲ καὶ φιλομαθεῖς ὄντες ζητεῖτε γνῶναι τὰ πεπραγμένα ἀκόλουθον εἶναι νενόμικα, ἅπερ ἑώρακα καὶ ἔγνων ἀκριβῶς ταῦτα καὶ ὑμῖν δηλῶσαι, ἵνα μὴ παρ' ἑτέ ρων ἀκούοντες ἀμφίβολον ἔχητε τὴν διάνοιαν, μάλιστα ὅτι τινὲς εἰώθασιν ἑτέρως ἀπαγ 1.2 γέλλειν τὰ πραττόμενα ἢ ὡς γέγονεν. ἐν μὲν οὖν τῇ Νικαίᾳ, ὥσπερ ἦν ὁρισθέν, οὐκέτι γέγονε τὸ συνέδριον, ἀλλὰ δεύτερον πρόσταγμα πεφοίτηκεν, ὥστε τοὺς μὲν ἐν τοῖς δυτικοῖς μέρεσιν ἐπισκόπους ἐν Ἀριμίνῳ τῆς Ἰταλίας συνελθεῖν, τοὺς δὲ ἐν τοῖς ἀνατολικοῖς 1.3 μέρεσιν ἐν τῇ λεγομένῃ Τραχείᾳ Σελευκείᾳ τῆς Ἰσαυρίας συγκροτηθῆναι. ἡ δὲ πρό φασις τῆς τοιαύτης συνελεύσεως ἐθρυλεῖτο περὶ πίστεως τῆς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. οἱ δὲ ταύτην παρασχόντες εἰσὶν ἀπὸ μὲν τῆς Παννονίας Οὐρσάκιος καὶ Οὐάλης καὶ Γερμίνιός τις, ἀπὸ δὲ τῆς Συρίας Ἀκάκιος, Εὐδόξιος καὶ Πατρόφιλος ὁ ἀπὸ 1.4 τῆς ἐπωνύμου τῶν Σκυθῶν πόλεως τυγχάνων. οὗτοι γὰρ ἀεὶ τῆς Ἀρείου μερίδος ὄντες καὶ μὴ «νοοῦντες μήτε πῶς πιστεύουσι μήτε περὶ τίνων διαβεβαιοῦνται», ἀπατῶντες δὲ ἕκαστον ἠρέμα καὶ σπέρματα τῆς αἱρέσεως ἑαυτῶν ἐπισπείροντες ὑφήρπασάν τινας «τῶν δοκούντων εἶναί τι » καὶ αὐτὸν τὸν βασιλέα Κωνστάντιον αἱρετικὸν ὄντα σχηματισά μενοι περὶ πίστεως, ὥστε ποιῆσαι γενέσθαι σύνοδον, νομίζοντες δύνασθαι καλύψαι τὴν ἐν Νικαίᾳ σύνοδον καὶ τοὺς πάντας μεταπείθειν, ὥστε τὴν ἀσέβειαν ἀντὶ τῆς ἀληθείας κρατῆσαι πανταχοῦ.

2.1 Πρῶτον μὲν οὖν ἔγωγε θαυμάζω (ἡγοῦμαι δὲ καὶ πάντα ὁντιναοῦν φρόνιμον τοῦτο συνορᾶν) ὅτι καθολικῆς ὁρισθείσης συνόδου καὶ ταύτην πάντων προσδοκώντων ἐξαίφνης διῃρέθη· καὶ οἱ μὲν ἐκεῖ συνῆλθον, οἱ δὲ ὧδε συνεκρότησαν ἑαυτούς. ἦν δὲ ἄρα τοῦτο τῆς προνοίας ἔργον, ἵνα ἐν ἑκάστῃ τῶν μὲν τὸ ἄδολον καὶ καθαρὸν τῆς πίστεως δειχθῇ φρό νημα, τῶν δὲ τὸ ὕποπτον καὶ ἀμφίβολον ἦθος ἐλεγχθῇ. ἔπειτα κἀκεῖνο διενοούμην μετὰ τῶν ἐνταῦθα γνησίων ἀδελφῶν καὶ καθ' ἑαυτοὺς ἠσχάλλομεν θεωροῦντες τὸ ἀπρεπὲς τῆς 2.2 τοσαύτης συνδρομῆς. τί γὰρ τοσοῦτον ἤπειξεν, ὥστε τὴν οἰκουμένην διαταραχθῆναι καὶ τοὺς λεγομένους ἐν τῷ καιρῷ τούτῳ κληρικοὺς διατρέχειν ἄνω καὶ κάτω καὶ ζητεῖν, πῶς ἄρα μάθωσι πιστεύειν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν; εἰ γὰρ ἐπίστευον, οὐκ 2.3 ἂν ὡς μὴ ἔχοντες ἐζήτουν. τοῦτο δὲ τοῖς μὲν κατηχουμένοις οὐκ ὀλίγον σκάνδαλον, τοῖς δὲ Ἕλλησιν οὐ τὸ τυχόν, ἀλλὰ καὶ πλατὺν γέλωτα παρέσχεν, εἰ Χριστιανοὶ ὥσπερ ἐξ ὕπνου νῦν ἐγερθέντες ζητοῦσι, πῶς δεῖ περὶ Χριστοῦ πιστεύειν. οἱ δὲ λεγόμενοι κληρικοὶ τού των καίτοι τὰ πρεσβεῖα παρὰ τῶν λαῶν ἐκδικοῦντες ὡς διδάσκαλοι νῦν ἤλεγξαν ἑαυτοὺς 2.4 ἀπίστους ζητοῦντες ὅπερ οὐκ ἔχουσι. καὶ ἠγνόησαν οἱ περὶ Οὐρσάκιον τούτων αἴτιοι γενόμενοι, ὅσην ἑαυτοῖς ἐθησαύρισαν ὀργὴν λέγοντος τοῦ κυρίου διὰ μὲν τῶν ἁγίων· «οὐαὶ δι' οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι», διὰ δὲ ἑαυτοῦ ἐν τοῖς εὐαγγελίοις· «ὃς οὖν ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ, ἵνα μύλος ὀνικὸς κρε μασθῇ εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης, ἢ ἵνα», ὡς ὁ Λουκᾶς προσέθηκε, «σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα».