1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

1

De incarnatione contra Apollinarium libri ii

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΠΕΡΙ ΣΑΡΚΩΣΕΩΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

ΚΑΤΑ ΑΠΟΛΛΙΝΑΡΙΟΥ ΛΟΓΟΣ ΠΡΩΤΟΣ. Ὁ μὲν τρόπος τοῦ εὐσεβοῦς ὁ ἄκοπος, τὸ σιωπῇ σέβειν τὸ πᾶν, ἀγαπητὲ, καὶ εὐχαρίστοις βοαῖς ἀνυμνεῖν τὸν εὐεργέτην Θεὸν, κατὰ τὴν ῥῆσιν τῆς Γραφῆς τὴν λέγουσαν· Καθήσεται κατὰ μόνας, καὶ σιωπήσεται, καὶ ἡσυχάσει, καὶ πράξει τὰ ἴδια· τὸ δὲ, κατὰ μόνας, καὶ, τὰ ἴδια, τουτέστι τὴν ἰδίαν ἀναστροφὴν ἐν κρίσει τίθεσθαι, καὶ τὴν ἐντολὴν τοῦ Θεοῦ ἐν φροντίδι. Ἀλλ' ἐπειδὴ, κόπωσιν βαρυτάτην συνειδὼς ἐν τοῖς τὰ αὐτὰ λέγειν δοκοῦσιν, ἠρώ τησας περὶ τῆς ἐν ἡμῖν πίστεως, καὶ τίς ἡ αἰτίασις τῶν ὀρθῶς φρονεῖν νομιζόντων, οἵτινες ἀμετρίᾳ πολλῇ τὰ ἄθεσμα φθεγγόμενοι οὐ δεδοίκασιν· οἷς ἀπαχθέντες οἱ ἀστήρικτοι τῇ πίστει, πλανώμενοι οὐ συνιᾶσιν· εἰ γὰρ ἐστηριγμένοι ἐν τῇ πίστει ἐτύγχανον, οὐκ ἂν τοιούτοις ῥήμασι συνεπείσθησαν. Σχολαζούσης δὲ αὐτῶν τῆς διανοίας, δεκτικοὶ γεγό νασι τῶν τοιούτων παραδόσεων· ἐξ ὧν ἀναβλαστά νει ἀμετρίας τῦφος, καὶ κακίας πλῆθος. Ἀβλε πτοῦντες δὲ ἐκ τοῦ μίσους, παροδεύουσι τῶν προφη τῶν τὰ μηνύματα, καὶ τῶν ἀποστόλων τὰ διδάγματα, καὶ τῶν Πατέρων τὰ παραγγέλματα, καὶ αὐτὰς δὴ τὰς ἐναποδείκτους τοῦ ∆εσπότου φωνάς. Οἷς ἐπάγειν κατὰ δύναμιν τὸν ἔλεγχον ἐπάναγκες· ἵνα, ἤ τινες αὐτῶν ἀνανήψαντες διαβλέψωσιν, ἢ ἄλ 26.1096 λους ἀπατᾷν μὴ δύνωνται, κατάληψιν εὐκρινεστά την περὶ Χριστοῦ ὑπισχνούμενοι, μὴ νοοῦντες, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Οἱ μὲν γὰρ Πατέρες εἰρήκασιν, ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ, καὶ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθι νοῦ, καὶ τέλειον ἐκ τελείου· ἔπειτα κατελθόντα διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθέντα, ἐνανθρωπή σαντα, εἶθ' οὕτως παθόντα, καὶ ἀναστάντα. Ἵνα δὲ μή τις, πάθος καὶ ἀνάστασιν ἀκούων, ἠλλοιῶσθαι τὸν Θεὸν Λόγον ἐννοοῖτο, τὸ ἄτρεπτον καὶ ἀναλλοίω τον τοῦ Υἱοῦ μετὰ κρίματος διορίζονται. Οὗτοι δὲ ἢ ἀλλοίωσιν τοῦ Λόγου φαντάζονται, ἢ δόκησιν τὴν οἰκονομίαν τοῦ πάθους ὑπολαμβάνουσι· ποτὲ μὲν ἄκτιστον καὶ ἐπουράνιον λέγοντες τὴν τοῦ Χριστοῦ σάρκα, ποτὲ δὲ ὁμοούσιον τῆς θεότητος. Εἶτα, φα σὶν, ἀντὶ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου νοῦς ἐπουρά νιος ἐν Χριστῷ. Ὡς γὰρ ὀργανικῷ κέχρηται σχήματι τῷ περιέχοντι· οὐ γὰρ οἷόν τε ἦν τέλειον ἄνθρωπον αὐτὸν γενέσθαι. Ὅπου γὰρ τέλειος ἄνθρω πος, ἐκεῖ καὶ ἁμαρτία· καὶ ὅτι δύο τέλεια ἓν γενέσθαι οὐ δύναται· ἐπεὶ ἔσται καὶ ἐν Χριστῷ ἡ ἐν ἡμῖν μάχη τῆς ἁμαρτίας· καὶ ἔσται αὐτῷ χρεία τοῦ καθ' ἡμᾶς καθαρισμοῦ, εἰ τὸ φρονοῦν καὶ τὸ ἄγον ἐν ἡμῖν τὴν σάρκα Χριστὸς ἐν ἑαυτῷ ἐπιδέδεικται γενόμενος ἄνθρωπος. Ἀλλὰ ἔλαβε, φασὶ, τὸ ἀνόητον, ἵν' αὐτὸς ᾖ νοῦς ἐν αὐτῷ, καὶ ἄγευστος ᾖ πάντη τῆς ἁμαρτίας, κατά γε τὸ θεϊκὸν καὶ τὸ ἀνόητον τῆς σαρκός. Οὔτε γὰρ ἁμάρτοι ἂν ἡ σὰρξ τοῦ ἄγοντος τὴν σάρκα, τουτέστι τοῦ φρονοῦντος, μὴ προενθυμη θέντος τὴν πρᾶξιν τῆς ἁμαρτίας, καὶ ἐνεργήσαντος διὰ τοῦ σώματος εἰς ἐκπλήρωσιν τῆς ἁμαρτίας. Ὅθεν σαρκὸς μὲν καινότητα Χριστὸς ἐπιδέδεικται καθ' ὁμοίωσιν· τοῦ δὲ φρονοῦντος ἐν ἡμῖν τὴν καινό τητα διὰ μιμήσεως, καὶ ὁμοιώσεως, καὶ ἀποχῆς τῆς ἁμαρτίας, ἕκαστος ἐν ἑαυτῷ ἐπιδείκνυται. Καὶ οὕτως νοεῖται Χριστὸς χωρὶς ἁμαρτίας Ταῦτά ἐστιν αὐτῶν τὰ σοφίσματα, καὶ τῆς πα ρατροπῆς τὰ νοήματα· καὶ οὐκ ἔστιν εἷς ὁ λόγος αὐτῶν· πολλαὶ γὰρ τῆς ἀπιστίας αἱ παρατροπαὶ, ἀνθρωπίνοις λογισμοῖς ἐπινενοημέναι. Προθῶμεν τοίνυν τούτοις τῆς τοῦ Θεοῦ εὐδοκίας τὴν θέλη σιν (ὤμοσε γὰρ, φησὶ, Κύριος, καὶ οὐ μεταμεληθή σεται), καὶ τῆς ἀληθεστάτης οἰκονομίας τὴν συμ