1

1

De corpore et anima

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΠΕΡΙ ΣΩΜΑΤΟΣ ΚΑΙ ΨΥΧΗΣ.

Σῶμα τῷ ἔχοντι τὴν σύνθεσιν ἐκ τῶν στοιχείων δέχεται, καὶ διάλυσιν, καὶ ἀφανίζεται. ∆ιὰ τοῦτο τὰ σώματα, καὶ ἀνθρώπων, καὶ ζώων, εὔφθαρτά τε καὶ εὔθνητα τυγχάνουσιν, ἐκ τεσσάρων στοιχείων συνιστάμενα, λέγω δὴ, γῆς, ἡλίου, ὕδατος, καὶ ἀέρος, καὶ αὐτὰ οὐκ ἀγήρατα, οὐκ ἀμάραντα ὡς τὰ σώματα μένει, ἀλλὰ θνήσκει καθὰ καὶ τὰ σώματα, ποιηθέντων πάντων σωμάτων ἐκ γῆς. Τὰ δὲ ἁπλᾶ καὶ ἀσύνθετα τῶν πραγμάτων εὐδιάμονα, καὶ ἕως τῆς συντελείας ἀκατάλυτα μένει· οἷον ὁ ἥλιος, ψυχὴ ἀνθρώπου, φῶς, φωστῆρες, ἀὴρ, ὕδατα, πῦρ, πνεῦμα, καὶ πάντα τὰ ἁπλᾶ, καὶ ἐν ἰδίᾳ. Περὶ δὲ ψυχῆς λέγομεν οὕτως· ὅτι εἰσὶ πέντε πάθη ἐν αὐτῇ, ἅτινα ψυχικὰ πάθη κα λοῦνται. Εἰσὶ δὲ ταῦτα· ὀργὴ, λύπη, φόβος, φροντὶς, καὶ φθόνος. Ὁ οὖν φρόνιμον ἔχων τὸν λογισμὸν, δύναται πάντα κρατεῖν. Ἡ δὲ ψυχὴ ὑπάρχει καθ' ἑαυτῆς, ὡς πῦρ καιόμενον. Ὥσπερ τὸ πῦρ τὰ βαλλό μενα εἰς τὸν λέβητα ἕψει, οὕτω καὶ ἡ πυρώδης ψυχὴ τὰ παραπεμπόμενα σῖτα τῇ κοιλίᾳ λεπτύνει, καὶ δαπανᾷ. Κἂν δὲ ψυχὴ λέγεται, οὐ λέγεται διὰ τὸ οὕτως εἶναι ψυχρὰν τὴν οὐσίαν, ὥς τινες τῶν ἁπλου στέρων διενόησαν· ἀλλὰ διὰ τὸ ἐκ πολλῆς θερμό 28.1433 τητος ἀναξηραίνειν αὐτὴν τὰ ὑγρὰ, ὡς ἔστι πληροφορηθῆναι, καὶ ἐκ τῆς ἐνεργείας τοῦ ἡλίου· ὢν γὰρ πυρώδης, καὶ θερμώδης πηλὸν ξηραίνει, καὶ πάν υγραν ἀνιμᾶται. Ὅτι δὲ ἡ ψυχὴ θερμή ἐστι κατὰ φύσιν, πείθου τοιγαροῦν ἐκ τῶν ἀποθνησκόντων· ᾗ γὰρ ὥρᾳ ἡ ψυχὴ χωρίσθη ἀπὸ τοῦ σώματος, πάντα τὰ μέλη εὑρίσκονται κρυσταλλώδη, καὶ οὐδὲν ἧττον πάθοις χειμερίου. Ἕως γὰρ ἔχει ἡ ψυχὴ τὴν τροφὴν εἰς ἀφθονίαν, τὸ σῶμα θάλλει, καὶ ἀνδαίνεται· ὁπόταν δὲ ἀπορήσῃ σιτίων, αὐτὸ τὸ σῶμα ἀντὶ τροφῆς ἀντ έχει πρὸς τὴν θερμότητα τῆς ψυχῆς. Ὥσπερ οὔτε ἀγγεῖον χαλκοῦν, ἤτοι λέβης ἐπὶ κλιβάνου, οὐ δύναται ἄνευ ὕδατος φέρειν τὴν σφοδρότητα τοῦ πυρὸς, ἐκφρύγεται γὰρ καὶ διαλύεται τέλειον· οὕτω καὶ ὁ λέβης τοῦ σώματος, μὴ ἔχων τὴν τροφὴν, παρὰ τῆς πυρώδους ψυχῆς ὑπολικμούμενος ἀπολείπεται παντάπασιν. Ἂν θέλῃς δοκιμάσαι μαθεῖν παρά τινος, πῶς διάκειται ἡ ψυχὴ ἐν τῷ σώματι, ἐρώτησον αὐτόν· Εἰπέ μοι, ἐν ὅλῳ τῷ σώματι κατοικεῖ ἡ ψυχὴ τοῦ ἀνθρώπου, ἢ ἐν ἑνὶ τόπῳ; Καὶ ἐὰν εἴπῃ σοι ὅτι ἐν ὅλῳ τῷ σώματι, εἰπὲ αὐτῷ· Καὶ πῶς τέμνουσι τὴν χεῖρα, ἢ τὸν πόδα τοῦ ἀνθρώπου, καὶ οὐ κόπτεται ἡ ψυχὴ, ἀλλὰ πάλιν ζῇ ὁ ἄνθρωπος καὶ οὐκ ἀποθνήσκει; Εἰ δὲ εἴπῃ σοι, ὅτι ἐν ἑνὶ τόπῳ, εἰπὲ αὐτῷ ὅτι, Καὶ πῶς εἰσι τὰ ἄλλα μέλη τοῦ ἀνθρώπου χωρὶς ψυχῆς; Πᾶν γὰρ τὸ μὴ ἔχον ψυχὴν νεκρόν ἐστι, καὶ οὐκ οἶδα τί λέγεις. Ἐγὼ δὲ εἴπω σοι ἐν ποίῳ τόπῳ, καὶ ποίῳ τρόπῳ, καὶ ποῦ ἀναπαύεται ἡ ψυχή· ἐν τρισὶ τόποις ἀναγκαίοις τοῦ σώματός ἐστιν ἐνιδρυμένη· καὶ ὥσπερ ἡ ἀκτὶς τοῦ ἡλίου ἀεὶ ἕνα τόπον χωρεῖ, καὶ εἰσέρχεται τὸν οἶκον, φωτίζει δὲ πάντα τὸν οἶκον, οὕτω καὶ ἡ ψυχὴ ἐν τρισὶ τόποις τοῦ σώματος κατοικοῦσα φωτίζει τὸν οἶκον ὅλον τοῦ σώματος. Κατοικεῖ δὲ ἐν τῇ καρδίᾳ, τῷ ὄπισθεν μέρει τῆς κεφαλῆς, ὅπερ κότυλον ὀνομά ζουσι, καὶ ἐν ταῖς βασιλικαῖς φλέβαις. Ἐν τούτοις τοῖς τρισὶ μέρεσι κατοικεῖ ἡ ψυχή. ∆ιὰ τοῦτο ᾗ ὥρᾳ κρουσθῇ ἡ κεφαλὴ, ἢ ἡ καρδία, ἢ ἡ βασιλικὴ φλὲψ ἐκρεύσῃ αἷμα πολὺ, καὶ εὐθὺς χωρίζεται τοῦ σώματος ἡ ψυχὴ, καὶ νεκρὸν τὸ σῶμα εὑρίσκεται. Κατοικοῦσα δὲ ἡ ψυχὴ, ἐν τοῖς τρισὶ μέρεσι, μεταδίδωσιν ὅλῳ τῷ σώματι τῆς οἰκείας φωτισμοὺς δυνάμεως.