1

 2

1

Argumentum in Psalmos

ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕ ΞΑΝ∆ΡΕΙΑΣ ΥΠΟΘΕΣΙΣ ΕΙΣ ΤΟΥΣ ΨΑΛ ΜΟΥΣ.

Ἐν τῇ Ἑβραϊκῇ βίβλῳ τῶν Ψαλμῶν ἄνευ τῆς τοῦ ἀριθμοῦ προσθήκης ἀνεγράφησαν οἱ πάντες καὶ διαφόρως· οἱ μέν εἰσι συνημμένοι, οἱ δὲ διῃρημένοι. Αὐ τίκα γοῦν ὁ πρῶτος καὶ ὁ δεύτερος κατὰ τὸ Ἑβραϊκὸν συνημμένοι· καὶ πάλιν ὁ ἔνατος, συνημμένος παρ' ἡμῖν, ἐν τῷ Ἑβραϊκῷ διῄρηται εἰς δύο. Καὶ πᾶσα δὲ ἡ τῶν Ψαλμῶν βίβλος εἰς μέρη πέντε διῄρηται. Παρατηρητέον δὲ, ὅτι μὴ κατὰ ἀκολουθίαν τῶν τῆς ἱστορίας χρόνων ἡ τῶν Ψαλμῶν σύγκειται τάξις· ἐνήλλακται δὲ παρὰ πολλοῖς τοῖς χρόνοις, ὡς ἡ βίβλος τῶν Βασιλειῶν δηλοῖ. Πολλῆς γὰρ εἰδωλολατρείας κατα κρατησάσης τοῦ τῶν Ἰουδαίων ἔθνους, λήθην αὐτοὺς πεποιῆσθαι τῶν πατρικῶν Γραφῶν, ὡς μηδὲ φαίνεσθαι βίβλον τοῦ Μωσέως νόμου, μηδὲ μὴν τῆς τῶν πατέ ρων εὐσεβείας τι σώζεσθαι παρ' αὐτοῖς. Ὅτε γοῦν καὶ τοὺς προφήτας ἀνῄρουν, διελέγχοντας αὐτῶν τὰς δυσσεβείας, καὶ τούτων ἕνεκα τὸ πρῶτον τῇ τῶν Ἀσσυρίων παρεδόθησαν αἰχμαλωσίᾳ· μετὰ δὲ ταῦτά τινα τῶν προφητῶν, περὶ τῆς συναγωγῆς αὐτῶν ἐσπουδακότα, μετά γε τῶν λοιπῶν καὶ τὴν βίβλον τῶν Ψαλμῶν συναγηοχέναι· οὐκ ἀθρόως εὑρόντα τοὺς πάντας, ἀλλὰ κατὰ διαφόρους χρόνους· κατατάττειν δὲ ἐν πρώτοις τοὺς πρώτους εὑρισκομένους· διὸ μηδὲ τοῦ ∆αυῒδ ἐφεξῆς εὑρίσκεσθαι τοὺς πάντας, ἐν δὲ τῷ μεταξὺ καὶ τῶν υἱῶν Κορὲ, καὶ τοῦ Ἀσὰφ, καὶ Σολο μῶντος, καὶ Μωσέως, Αἰθάμ τε τοῦ Ἰσραηλίτου, καὶ Αἰμὰν, καὶ πάλιν τοῦ ∆αυῒδ, εὑρίσκεσθαι ἀναμὶξ ἐν 27.57 τῇ βίβλῳ τεταγμένους· οὐ καθ' οὓς ἐλέχθησαν χρό νους, ἀλλὰ καθ' οὓς εὕραντο. Τὸ δ' αὐτὸ εὕροις γε γενημένον καὶ ἐν ταῖς τῶν προφητῶν περικοπαῖς. Τοὺς δὲ μετὰ τὸν πρῶτον καὶ δωδέκατον ἀνεπιγρά φους ψαλμοὺς, καὶ τοὺς ἐπιγραφὴν ἔχοντας, οὐ δηλοῦντας τίνος εἰσὶν, ἐκείνων εἶναι παῖδες Ἑβραίων φασὶ, ὧν τοὔνομα φέρεται ἐν ταῖς τῶν ἀνεπιγράφων προτεταγμέναις. Τὸν δὲ πρῶτον καὶ δεύτερον, ἕνα ὄντας ἄμφω, τοῦ ∆αυῒδ ὑπάρχειν ἡγοῦμαι, διὰ τὸ πάν τας τοὺς ἐν τῷ πρώτῳ μέρει τῶν Ψαλμῶν ἐφεξῆς αὐτοῦ εἶναι. Ἀπὸ γοῦν τοῦ τρίτου μέχρι τοῦ μʹ τοῦ ∆αυῒδ ἐπιγράφονται οἱ πάντες· διό μοι δοκοῦσιν ὑπάρ χειν τοῦ αὐτοῦ ὅ τε πρῶτος καὶ ὁ δεύτερος. Πιστοῦ ται δὲ λόγον ἡ τῶν Πράξεων τῶν ἀποστόλων βίβλος, ἐν ᾗ εἴρηται· ∆έσποτα, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ τοῦ πατρὸς ἡμῶν διὰ Πνεύματος ἁγίου στόματος παιδός σου ∆αυῒδ εἰπών· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Σα φῶς γὰρ διὰ τούτων τὸν βʹ ψαλμὸν τοῦ ∆αυῒδ ἔφησεν εἶναι. Ἀποσεσιωπῆσθαι δὲ εἰκὸς ἐπ' αὐτὸν τὴν τοῦ ∆αυῒδ προγραφὴν, διὰ τὸ γυμνὴν ἔχειν περὶ τοῦ Κυ ρίου προφητείαν, ἐν ᾗ εἴρηται· Κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Οἷς ἀκολούθως ἐπιλέγει ἐξ αὐτοῦ τοῦ προσώπου τοῦ Χριστοῦ τό· Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σύ. Φέρονται τοίνυν ψαλμοὶ οἱ πάντες ρνʹ. Τινὲς δὲ νομίζουσι τοὺς πάντας εἶναι τοῦ μακαρίου ∆αυΐδ· οὐ σημαίνεται δὲ τοῦτο. Οἱ μὲν γὰρ πάντες ἀναφέρονται τοῦ ∆αυΐδ· ἐν δὲ ταῖς ἐπιγραφαῖς δείκνυται τίς τίνος ψαλμὸς γεγένηται. Τέσσαρες γὰρ ἄρχοντες ᾠδῶν ἐξελέγησαν, σπηʹ ἀκόλουθοι. Τῶν οὖν τεσσάρων ἀρχόντων παράκεινται ψαλμοὶ, ὡς καὶ αἱ ἐπιγραφαὶ διδάσκουσιν. Ὁπόταν γὰρ λέγῃ· Ψαλμὸς τοῖς υἱοῖς Κορὲ, Αἰθὰν, Ἀσὰφ, καὶ Αἰμάν· αὐτοὶ ψάλλουσιν οἱ υἱοὶ Κορὲ, Αἰθὰν, Ἀσὰφ, καὶ Αἰμάν. Ὅταν εἴπῃ, Ψαλμὸς τοῦ Ἀσὰφ, αὐτὸς εἶπεν ὁ Ἀσάφ· ὅταν εἴπῃ, Ψαλμὸς τοῦ Ἰδιθοὺμ, αὐτὸς ψάλλει Ἰδιθούμ· ὁπόταν εἴπῃ, τοῦ ∆αυῒδ, αὐτὸς λέγων ἦν ∆αυΐδ· ἐπὰν δὲ λέγῃ, τῷ ∆αυῒδ, ὑφ' ἑτέρων λέγεται εἰς τὸν ∆αυΐδ.